Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[69]
ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτός ἐστιν ἐν οἷς πεπολίτευται, ἄλλα δ᾽ ἔσθ᾽ ἃ καλῶς διῴκηκεν. ἀλλὰ καὶ τἄλλ᾽ οὕτω προσελήλυθε πάντα πρὸς ὑμᾶς ὥσθ᾽ ἥκιστ᾽ ἐν οἷς ἀκηκόατ᾽ ἄξιός ἐστι μισεῖσθαι. τί γὰρ βούλεσθ᾽ εἴπω; τὰ πομπεῖ᾽ ὡς ἐπεσκεύασεν, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, ἢ τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν; ἀλλ᾽ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλ᾽ ἀδικῶν ἔτυχεν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δίκαιος ὢν φανεῖται: καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις ἔστ᾽ ἔνοχος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.