Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
καίτοι εἴ τισιν ἄρα δοκοῦσ᾽ ἐπιτήδειαι 'κεῖναι παθεῖν, ἀλλὰ τὸ πρᾶγμά γ᾽ οὐκ ἐπιτήδειον γίγνεσθαι, τηλικοῦτό τινας φρονεῖν διὰ καιρὸν ὥστε βαδίζειν ἐπ᾽ οἰκίας καὶ σκεύη φέρειν μηδὲν ὀφειλόντων ἀνθρώπων. πολλὰ γὰρ ἄν τις ἴδοι πολλοὺς ἐπιτηδείους ὄντας πάσχειν καὶ πεπονθέναι. ἀλλ᾽ οὐ ταῦτα λέγουσιν οἱ νόμοι, οὐδὲ τὰ τῆς πολιτείας ἔθη, ἃ φυλακτέον ὑμῖν: ἀλλ᾽ ἔνεστ᾽ ἔλεος, συγγνώμη, πάνθ᾽ ἃ προσήκει τοῖς ἐλευθέροις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.