Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ἐὰν δ᾽, ὡς ὁ νόμος λέγει καὶ δεῖ τοὺς ὀμωμοκότας, πικρῶς καὶ ἁπλῶς τὰς μὲν προφάσεις ἀνέλητε, φανῆτε δ᾽ ἀφῃρημένοι τὴν δωρειὰν ὅτι τὰς ναῦς οὐ πεποίηνται, πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, πεποιημένας ὑμῖν παραδώσουσι τὰς τριήρεις, πάντα τἄλλα παρ᾽ ὑμῖν ἑορακότες ἀσθενέστερα τοῦ νόμου γεγενημένα. ὅτι τοίνυν οὐδ᾽ αἴτιος ἄλλος οὐδεὶς ἀνθρώπων ἐστὶ τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, τοῦτο σαφῶς ὑμῖν ἐπιδείξω: ἀνελοῦσα γὰρ ἡ βουλὴ τὸν νόμον, τοῦτον ἐχειροτόνησεν αὐτή.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.