Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
σκέψασθε γὰρ ὡδί. τί ποθ᾽ ὑμῖν οὗτος ὑπέσχετο καὶ τί ποιεῖν αὐτὸν ἐχειροτονήσαθ᾽ ὑμεῖς; χρήματ᾽ εἰσπράττειν. ἄλλο δὲ πρὸς τούτῳ τί ποιεῖν; οὐδὲ ἕν. φέρε δὴ καθ᾽ ἕκαστον ὑπομνήσω τὴν εἴσπραξιν ὑμᾶς. οὗτος εἰσέπραξε Λεπτίνην τὸν ἐκ Κοίλης τέτταρας καὶ τριάκοντα δραχμάς, καὶ Θεόξενον τὸν Ἀλωπεκῆθεν δραχμὰς ἑβδομήκοντα καὶ μικρόν τι πρός, καὶ τὸν Εὐφήρου Καλλικράτην καὶ τὸν Τελέστου νεανίσκον: οὐκ ἔχω γὰρ τοὔνομ᾽ εἰπεῖν: σχεδὸν δὲ πάντας οὓς εἰσέπραξεν, ἵνα μὴ καθ᾽ ἕκαστον λέγω, οὐκ οἶδ᾽ εἴ τιν᾽ ὑπὲρ μνᾶν ὀφείλοντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.