previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[30] Σύλλας δ᾽ τοῦ Μιθριδατείου πολέμου στρατηγὸς ὑπὸ Ῥωμαίων αἱρεθεὶς εἶναι, τότε πρῶτον ἐξ Ἰταλίας σὺν τέλεσι πέντε καὶ σπείραις τισὶ καὶ ἴλαις ἐς τὴν Ἑλλάδα περαιωθεὶς χρήματα μὲν αὐτίκα καὶ συμμάχους καὶ ἀγορὰν ἔκ τε Αἰτωλίας καὶ Θεσσαλίας συνέλεγεν, ὡς δ᾽ ἀποχρώντως ἔχειν ἐδόκει, διέβαινεν ἐς τὴν Ἀττικὴν ἐπὶ τὸν Ἀρχέλαον. παροδεύοντι δ᾽ αὐτῷ Βοιωτία τε ἀθρόως μετεχώρει, χωρὶς ὀλίγων, καὶ τὸ μέγα ἄστυ αἱ Θῆβαι, μάλα κουφόνως ἀντὶ Ῥωμαίων ἑλόμενοι τὰ Μιθριδάτεια, ὀξύτερον ἔτι, πρὶν ἐς πεῖραν ἐλθεῖν, ἀπὸ Ἀρχελάου πρὸς Σύλλαν μετετίθεντο. δ᾽ ἐπὶ τὴν Ἀττικὴν ἐχώρει, καὶ μέρος τι στρατοῦ ἐς τὸ ἄστυ περιπέμψας Ἀριστίωνα πολιορκεῖν, αὐτός, ἔνθαπερ ἦν Ἀρχέλαος, ἐπὶ τὸν Πειραιᾶ κατῆλθε, κατακεκλεισμένων ἐς τὰ τείχη τῶν πολεμίων. ὕψος δ᾽ ἦν τὰ τείχη πήχεων τεσσαράκοντα μάλιστα, καὶ εἴργαστο ἐκ λίθου μεγάλου τε καὶ τετραγώνου, Περίκλειον ἔργον, ὅτε τοῖς Ἀθηναίοις ἐπὶ Πελοποννησίους στρατηγῶν, καὶ τὴν ἐλπίδα τῆς νίκης ἐν τῷ Πειραιεῖ τιθέμενος, μᾶλλον αὐτὸν ἐκρατύνατο. Σύλλας δὲ καὶ τοιοῖσδε οὖσι τοῖς τείχεσιν εὐθὺς ἐπῆγε τὰς κλίμακας, καὶ πολλὰ μὲν ἔδρα πολλὰ δ᾽ ἀντέπασχεν, ἰσχυρῶς τῶν Καππαδοκῶν αὐτὸν ἀμυνομένων, ἔστε κάμνων ἐς Ἐλευσῖνα καὶ Μέγαρα ἀνεχώρει, καὶ μηχανὰς ἐπὶ τὸν Πειραιᾶ συνεπήγνυτο, καὶ χῶμα αὐτῷ προσχοῦν ἐπενόει. τέχναι μὲν δὴ καὶ παρασκευὴ πᾶσα αὐτῷ καὶ σίδηρος καὶ καταπέλται, καὶ εἴ τι τοιουτότροπον ἄλλο, ἐκ Θηβῶν ἐκομίζετο, ὕλην δὲ τῆς Ἀκαδημείας ἔκοπτε, καὶ μηχανὰς εἰργάζετο μεγίστας. τά τε μακρὰ σκέλη καθῄρει, λίθους καὶ ξύλα καὶ γῆν ἐς τὸ χῶμα μεταβάλλων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ATHE´NAE
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: