previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀλλ̓ οἱ μὲν πτοούμενοι τὸν δεσπότην ἔκλαον: ἔκλαυσε δ̓ ἄν τις καὶ ξένος ἐπιστάς: ἀπεκεκόσμητο γὰρ τόπος καὶ ἦν λοιπὸν γῆ πηλώδης. Τῶν δὲ εἴ τι διέφυγε τὴν ὕβριν, ὑπήνθει καὶ ἔλαμπε καὶ ἦν ἔτι καλὸν καὶ κείμενον. [2] Ἐπέκειντο δὲ αὐτοῖς καὶ μέλιτται συνεχὲς καὶ ἄπαυστον βομβοῦσαι καὶ θρηνούσαις ὅμοιον. μὲν οὖν Λάμων ὑπ̓ ἐκπλήξεως κἀκεῖνα ἔλεγε [p. 309]Φεῦ τῆς ῥοδωνιᾶς, ὡς κατακέκλασται: [3] φεῦ τῆς ἰωνιᾶς, ὡς πεπάτηται: φεῦ τῶν ὑακίνθων καὶ τῶν ναρκίσσων, οὓς ἀνώρυξέ τις πονηρὸς ἄνθρωπος. Ἀφίξεται τὸ ἦρ, τὰ δὲ οὐκ ἀνθήσει: ἔσται τὸ θέρος, τὰ δὲ οὐκ ἀκμάσει: τὸ μετόπωρον, τὰ δὲ οὐδένα στεφανώσει. [4] Οὐδὲ σύ, δέσποτα Διόνυσε, τὰ ἄθλια ταῦτα ἠλέησας ἄνθη, οἷς παρῴκεις, ἔβλεπες, ἀφ̓ ὧν ἐστεφάνωσά σε πολλάκις; Πῶς δείξω νῦν τὸν παράδεισον τῷ δεσπότῃ; Τίς ἐκεῖνος θεασάμενος ἔσται; Κρεμᾷ γέροντα ἄνθρωπον ἐκ μιᾶς πίτυος ὡς Μαρσύαν: τάχα δὲ καὶ Δάφνιν, ὡς τῶν αἰγῶν ταῦτα εἰργασμένων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: