previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὄναρ δὲ Διονυσοφάνει μετὰ φροντίδα πολλὴν εἰς βαθὺν ὕπνον κατενεχθέντι τοιόνδε γίνεται. Ἐδόκει τὰς Νύμφας δεῖσθαι τοῦ Ἔρωτος ἤδη ποτε αὐτοῖς κατανεῦσαι τὸν γάμον: τὸν δὲ ἐκλύσαντα τὸ τοξάριον καὶ ἀποθέμενον τὴν φαρέτραν κελεῦσαι τῷ Διονυσοφάνει πάντας τοὺς ἀρίστους Μυτιληναίων θέμενον συμπότας, ἡνίκα ἂν τὸν ὕστατον πλήσῃ κρατῆρα, τότε δεικνύειν ἑκάστῳ τὰ γνωρίσματα, τὸ δὲ ἐντεῦθεν ᾄδειν τὸν ὑμέναιον. [2] Ταῦτα ἰδὼν καὶ ἀκούσας ἕωθεν ἀνίσταται καὶ κελεύσας λαμπρὰν ἑστίασιν παρασκευασθῆναι τῶν ἀπὸ γῆς τῶν ἀπὸ θαλάττης καὶ εἴ τι ἐν λίμναις καὶ εἴ τι ἐν ποταμοῖς, πάντας τοὺς ἀρίστους Μυτιληναίων ποιεῖται συμπότας. [3] Ὡς δὲ ἤδη νὺξ ἦν καὶ ἐπέπληστο κρατὴρ ἐξ οὗ σπένδουσιν Ἑρμῇ, εἰσκομίζει τις ἐπὶ σκεύους ἀργυροῦ θεράπων τὰ γνωρίσματα καὶ περιφέρων ἐνδέξια πᾶσιν ἐδείκνυε. [p. 324]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: