previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὡς δὲ εἶχε χειροήθη, νύκτωρ λοχήσας ἐκ τῆς νομῆς ἐλαύνοντα τὰς αἶγας πρῶτον μὲν ἐφίλησε προσδραμών, εἶτα ὄπισθεν παρασχεῖν τοιοῦτον οἷον αἱ αἶγες τοῖς τράγοις. [2] Τοῦ δὲ βραδέως νοήσαντος καὶ [p. 311] λέγοντος, ὡς αἶγας μὲν βαίνειν τράγους καλόν, τράγον δὲ οὐπώποτε εἶδέ τις βαίνοντα τράγον οὐδὲ κριὸν ἀντὶ τῶν οἰῶν κριὸν οὐδὲ ἀλεκτρυόνας ἀντὶ τῶν ἀλεκτορίδων ἀλεκτρυόνας, οἷος ἦν Γνάθων βιάζεσθαι τὰς χεῖρας προσφέρων: [3] δὲ μεθύοντα ἄνθρωπον καὶ ἑστῶτα μόλις παρωσάμενος ἔσφηλεν εἰς τὴν γῆν καὶ ὥσπερ σκύλαξ ἀποδραμὼν κείμενον κατέλιπεν ἀνδρός, οὐ παιδὸς πρὸς χειραγωγίαν δεόμενον: καὶ οὐκέτι προσίετο ὅλως, ἀλλ̓ ἄλλοτε ἄλλῃ τὰς αἶγας ἔνεμεν, ἐκεῖνον μὲν φεύγων, Χλόην δὲ τηρῶν. [4] Οὐδὲ Γνάθων ἔτι περιειργάζετο, καταμαθὼν ὡς οὐ μόνον καλός, ἀλλὰ καὶ ἰσχυρός ἐστιν: ἐπετήρει δὲ καιρὸν διαλεχθῆναι περὶ αὐτοῦ τῷ Ἀστύλῳ καὶ ἤλπιζε δῶρον αὐτὸν ἕξειν παρὰ τοῦ νεανίσκου πολλὰ καὶ μεγάλα χαρίζεσθαι θέλοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: