previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. τὸ μὲν οὖν πλῆθος οὕτως τότε ἐδείπνισεν, αὖθις δὲ τοὺς πρώτους τῆς γερουσίας καὶ τῶν ἱππέων τόνδε τὸν τρόπον. οἶκον μελάντατον ἁπανταχόθεν ἔκ τε τῆς ὀροφῆς καὶ ἐκ τῶν τοίχων τοῦ τ᾽ ἐδάφους παρασκευάσας, καὶ κλισίας ἐπ᾽ αὐτοῦ τοῦ δαπέδου γυμνὰς ὁμοίας ἑτοιμάσας, ἐσεκάλεσεν [p. 336] [2] αὐτοὺς μόνους νυκτὸς ἄνευ τῶν ἀκολούθων. καὶ πρῶτον μὲν στήλην ταφοειδῆ ἑκάστῳ σφῶν παρέστησε, τό τε ὄνομα αὐτοῦ ἔχουσαν καὶ λυχνοῦχον μικρόν, οἷος 1 ἐν τοῖς μνημείοις κρεμάννυται: 2 ἔπειτα παῖδες εὐπρεπεῖς γυμνοί, μέλανι καὶ αὐτοὶ κεχρισμένοι, ἐσῆλθον ὥσπερ εἴδωλα, καὶ περιελθόντες αὐτοὺς μετ᾽ ὀρχήσεώς τινος φοβερᾶς πρὸ [3] ποδῶν ἱδρύθησαν: καὶ μετὰ τοῦτο πάνθ᾽ ὅσαπερ ἐν τοῖς ἐναγίσμασι καθαγίζεται, καὶ ἐκείνοις μέλανα ἐν σκεύεσιν ὁμοίοις 3 προσηνέχθη, ὥστε καὶ φοβεῖσθαι καὶ τρέμειν καθ᾽ ἕκαστον αὐτῶν πάντας, ἀεί τε ὅσον οὐκ ἤδη σφαγήσεσθαι προσδέχεσθαι, ἄλλως τε καὶ ὅτι παρά τε τῶν ἄλλων σιωπὴ πολλὴ ὥσπερ ἐν τεθνηκόσιν ἤδη ἦν, καὶ αὐτὸς Δομιτιανὸς πάντα ἔς τε θανάτους [4] καὶ ἐς σφαγὰς φέροντα διελάλει. τέλος δὲ ἀφῆκε μὲν αὐτούς, προαπαλλάξας δὲ δὴ τοὺς οἰκέτας σφῶν τοὺς ἐν τοῖς προθύροις ἑστηκότας, δἰ ἑτέρων τινῶν ἀγνώστων τοὺς μὲν ὀχήμασι τοὺς δὲ φορείοις παραδοὺς πολὺ πλέον δέος αὐτοῖς ἐνέβαλε. ἄρτι δὲ ἕκαστός σφων οἴκαδε ἐσεληλύθει καὶ τρόπον τινὰ ἀναπνεῖν ἤρχετο, καὶ αὐτῷ ἐσηγγέλθη ὅτι παρὰ τοῦ Αὐγούστου [5] τις ἥκοι. προσδοκώντων τε ἐκ τούτου τότε δὴ πάντως ἀπολεῖσθαι, ἐσεκόμισέ τις τὴν στήλην ἀργυρᾶν οὖσαν, εἶτ᾽ ἄλλος ἄλλο τι καὶ ἕτερος ἕτερον τῶν σκευῶν τῶν ἐν τῷ δείπνῳ παρατεθέντων, πολυτελεστάτου τινὸς γένους πεποιημένα: καὶ τέλος παῖς ἐκεῖνος, τὸ δαιμόνιον [p. 338] ἑκάστῳ, λελουμένος τε καὶ κεκοσμημένος ... 4 καὶ οὕτω διὰ πάσης τῆς νυκτὸς φοβούμενοι τὰ δῶρα ἔλαβον. [6] μὲν οὖν Δομιτιανὸς τοιαῦτα νικητήρια, ὥς γε ὅμιλος ἔλεγε, τοιούτους ἐναγισμοὺς ἐπὶ τε τοῖς ἐν τῇ Δακίᾳ καὶ ἐπὶ τοῖς ἐν τῇ Ῥώμῃ τεθνηκόσιν ἐποίησε, καί τινας καὶ τότε τῶν πρώτων ἀπέσφαξε, τοῦ τε θάψαντος τὸ σῶμα ἑνὸς αὐτῶν, ὅτι ἐν τοῖς ἐκείνου χωρίοις ἐτεθνήκει, τὴν οὐσίαν ἀφείλετο. ”

1 oi(=os Reim., oi(=on *wC.

2 krema/nnutai H. Steph., kremma/nuntai *w, krema/nuntai C.

3 o(moi/ois Leuncl., o(moi/ws *wC.

4 Lacuna recognized by Xyl., sho supplied e)sh=lqe.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: