previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13. ἔπραξε δέ τι καὶ ὡς τιμητὴς ἀξιόλογον: Καικίλιον 1 γὰρ Ῥουφῖνον ἀπήλασεν ἐκ τοῦ συνεδρίου, ὅτι ὠρχεῖτο, Κλαύδιόν τε Πακᾶτον τῷ δεσπότῃ καίπερ ἑκατονταρχηκότα ἀπέδωκεν, [2] ὅτι ἠλέγχθη δοῦλος ὤν. οὐ μὴν καὶ τὸ μέλλον ῥηθῆναι τούτοις ὅμοιόν ἐστιν, ὅπερ ὡς αὐτοκράτωρ ἐπεποιήκει: τὸν γὰρ δὴ Ῥούστικον τὸν Ἀρουλῆνον 2 ἀπέκτεινεν ὅτι ἐφιλοσόφει καὶ ὅτι τὸν Θρασέαν ἱερὸν ὠνόμαζε, καὶ Ἑρέννιον 3 Σενεκίωνα ὅτι τε οὐδεμίαν ἀρχὴν ἐν πολλῷ βίῳ μετὰ τὴν ταμιείαν ᾐτήκει καὶ ὅτι τοῦ Πρίσκου τοῦ Ἑλουιδίου τὸν βίον συνέγραψεν. [3] ἄλλοι τε ἐκ τῆς αὐτῆς ταύτης τῆς κατὰ τὴν φιλοσοφίαν αἰτίας συχνοὶ διώλοντο, καὶ οἱ λοιποὶ [p. 348] πάντες ἐξηλάθησαν αὖθις ἐκ τῆς Ῥώμης. Ἰουουέντιος 4 μέντοι τις Κέλσος συνομόσας τε ἀνὰ πρώτους μετά τινων ἐπ᾽ αὐτῷ καὶ κατηγορηθεὶς [4] ἐπὶ τούτῳ θαυμαστῶς ἐσώθη. μέλλων γὰρ ἁλίσκεσθαι ᾐτήσατο δι᾽ ἀπορρήτων εἰπεῖν τι αὐτῷ, κἀν τούτῳ προσκυνήσας αὐτῷ, δεσπότην τε καὶ θεόν, παρὰ τῶν ἄλλων ἤδη προσηγορεύετο, πολλάκις ὀνομάσας, ‘οὐδὲν μὲνἔφηπεποίηκα 5 τοιοῦτον, ἂν δ᾽ ἀναβολὴν λάβω, πολυπραγμονήσω πάντα, καὶ συχνούς σοι καὶ μηνύσω καὶ ἐξελέγξω.’ ἀφεθείς τε ἐπὶ τούτῳ οὔτε ἐνέδειξέ τινα, καὶ ἄλλοτε ἄλλας προφάσεις προτείνων διήγαγε μέχρις οὗ Δομιτιανὸς ἀπέθανεν. ”

1 *kaiki/lion H. Steph., keki/lion *wC.

2 *)aroulh=non Bk., a)rouli=non *wC.

3 *(ere/nnion R. Steph., a)rre/nion *wC.

4 *)iououe/ntios Reim. (*)ioube/ntios', i)oube/nios *wC.

5 pepoi/hka R. Steph., pepoihko/ta *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: