previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6. μέγιστος δὲ δὴ πόλεμος Ῥωμαίοις τότε πρὸς τοὺς Δακοὺς ἐγένετο, ὧν τότε Δεκέβαλος ἐβασίλευε, 1 δεινὸς μὲν συνεῖναι τὰ πολέμια δεινὸς δὲ καὶ πρᾶξαι, ἐπελθεῖν εὔστοχος ἀναχωρῆσαι καίριος, ἐνέδρας τεχνίτης μάχης ἐργάτης, καὶ καλῶς μὲν νίκῃ χρήσασθαι καλῶς δὲ καὶ ἧτταν διαθέσθαι 2 εἰδώς: ἀφ᾽ οὗ δὴ καὶ ἀνταγωνιστὴς ἀξιόμαχος ἐπὶ πολὺ τοῖς Ῥωμαίοις ἐγένετο. [2] Δακοὺς δὲ αὐτοὺς προσαγορεύω, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ οἱ Ῥωμαῖοί σφας ὀνομάζουσιν, οὐκ ἀγνοῶν ὅτι Ἑλλήνων τινὲς Γέτας αὐτοὺς λέγουσιν, εἴτ᾽ ὀρθῶς εἴτε καὶ μὴ λέγοντες: ἐγὼ γὰρ οἶδα Γέτας τοὺς ὑπὲρ τοῦ Αἵμου παρὰ τὸν [3] Ἴστρον οἰκοῦντας: Δομιτιανὸς μὲν οὖν ἐξεστρατεύσατο μὲν ἐπ᾽ αὐτούς, οὐ μέντοι καὶ τοῦ πολέμου προσήψατο, ἀλλ᾽ ἐν πόλει τινὶ Μυσίας ὑπομείνας ὕβριζεν ὥσπερ εἰώθει: οὐ γὰρ ὅτι τό τε σῶμα ἄπονος καὶ τὴν ψυχὴν ἄτολμος, ἀλλὰ καὶ [p. 330] ἀσωτότατος καὶ ἀσελγέστατος καὶ πρὸς γυναῖκας καὶ πρὸς μειράκια ἦν. ἄλλους δὲ πέμπων ἐς τὸν πόλεμον στρατηγοὺς τὰ πλείω κακῶς ἀπήλλασσεν.” Xiph. 219, 10-24 R. St., Exc. Val. 284=Suid. s.vv. deino/s, kai/rios, Exc. Val. 285, 280.[5] ὅτι Δεκέβαλος Δακῶν βασιλεὺς ἐπεκηρυκεύετο πρὸς Δομιτιανὸν εἰρήνην ὑπισχνούμενος: ἐφ᾽ οὗ ἔπεμψε Δομιτιανὸς Φοῦσκον μετὰ πολλῆς δυνάμεως. ὅπερ μαθὼν Δεκέβαλος ἔπεμψε πρὸς αὐτὸν πρεσβείαν αὖθις ἐν χλευασμῷ λέγων ὡς, εἰ ἕλοιτο ἕκαστος Ῥωμαίων δύο ὀβολοὺς Δεκεβάλῳ ἑκάστου ἔτους τελεῖν, εἰρήνην πρὸς αὐτὸν τίθεσθαι: εἰ δὲ μὴ τοῦτο ἕλοιτο, πολεμήσειν καὶ μεγάλα αὐτοῖς προστρίψεσθαι 3 κακά.” Petr. Patr. exc. de leg. 3 (Hoeschel p. 15=4 Muell. Fragm. hist. Gr. 4, p. 185).[6] Δίων ... ξζ βιβλίῳ ... : ‘ἐπειδὴ οἱ μετὰ τοῦ Φούσκου 4 στρατευσάμενοι ἡγήσασθαι σφῶν αὐτῶν ἠξίωσαν.’” Bekk. Anecd. 147, 29-31. “ ”

1 Cf. o(/ti *dou/ras, ou(= h(gemoni/a e)gi/gneto, e(kw\n au)th=s parexw/rhse tw=| *dekeba/lw| tw=| *dakw=n basilei= o(/ti deino\s kte(. Exc. Val.

2 diaqe/sqai cod. Peir. Suid., diaqei=nai *wC.

3 prostri/yesqai Bk., prostri/yasqai MSS.

4 *fou/skou Bs., fu/skou cod. Coisl.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: