previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7.

καὶ πόσῳ κρεῖττον ἦν καὶ σὲ Βαμβαλίωνα γεγονέναι, εἴ γέ τις Βαμβαλίων οὗτός ἐστιν, τοιοῦτον ἐπανῃρῆσθαι βίον ἐν πᾶσα ἀνάγκη ἤτοι τὸν ὑπὲρ τοῦ δικαίου λόγον πωλεῖν καὶ [2] τοὺς ἀδικοῦντας σώζειν; καίτοι σύγε οὐδὲ ταῦτα καλῶς ποιεῖν, καίπερ τρία ἐν Ἀθήναις ἔτη κατατρίψας, δύνασαι. ποῦ; πόθεν; ὅστις ὑποτρέμων [p. 12] ἀεὶ πρὸς τὰ δικαστήρια προσέρχῃ καθάπερ ὁπλομαχεῖν μέλλων, καὶ φθεγξάμενος ταπεινόν τι καὶ τεθνηκὸς ἀπαλλάττῃ, μήθ᾽ ὧν οἴκοθεν ἐσκεμμένος ἥκεις μνημονεύων, μήτε ἐκ τοῦ παραχρῆμά τι [3] εἰπεῖν εὑρίσκων. ἐς μὲν γὰρ τὸ φῆσαι καὶ ὑποσχέσθαι τι θρασύτητι πάντας ἀνθρώπους ὑπερβάλλεις, ἐν δὲ δὴ τοῖς ἀγῶσιν αὐτοῖς, ἔξω τοῦ λοιδορῆσαί τινα καὶ κακῶς εἰπεῖν, καὶ ἀσθενέστατος καὶ δειλότατος εἶ. οἴει τινὰ ἀγνοεῖν ὅτι μηδένα τῶν θαυμαστῶν σου τούτων λόγων οὓς ἐκδέδωκας εἴρηκας, ἀλλὰ πάντας αὐτοὺς μετὰ ταῦτα συγγέγραφας, ὥσπερ οἱ τούς τε στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς πηλίνους πλάττοντες; [4] εἰ δ᾽ ἀπιστεῖς, ἀναμνήσθητι πῶς μὲν τοῦ Οὐέρρου 1 κατηγόρησας, καίπερ καὶ ἐκ τῆς τέχνης τι τῆς πατρῴας αὐτῷ παρασχών, ὅτε ἐνούρησας.

ἀλλὰ γὰρ ὀκνῶ μὴ τὰ προσήκοντά 2 σοι ἀκριβῶς λέγων αὐτὸς οὐ προσήκοντας ἐμαυτῷ

1 *ou)e/rrou R. Steph., e)/rrou LM.

2 prosh/konta/ Reim., proso/nta LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: