previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

56. ἄλλους ἦσαν. ταῦτά τε οὖν οὕτω διέλαχον, ἵνα αὐτοί τε τὰ ἰσχυρότατα λάβωσι καὶ τοῖς ἄλλοις δόξαν τοῦ μὴ καὶ τῶν πάντων ὀριγνᾶσθαι παράσχωσι, καὶ προσσυνέθεντο τῶν τε ἐχθρῶν σφῶν σφαγὰς ποιήσασθαι, καὶ Λέπιδον μὲν ἐς τὴν τοῦ Δεκίμου χώραν ὕπατον ἀποδειχθέντα τήν τε Ῥώμην καὶ τὴν λοιπὴν Ἰταλίαν διὰ φυλακῆς ἔχειν, ἐκείνους δὲ ἐπί τε τὸν Βροῦτον καὶ ἐπὶ [2] τὸν Κάσσιον στρατεύσασθαι. καὶ αὐτὰ καὶ ὅρκοις ἐπιστώσαντο. καὶ μετὰ τοῦτο τοὺς στρατιώτας, ὅπως καὶ ἐπήκοοι δῆθεν καὶ μάρτυρες τῶν ὡμολογημένων σφίσι γένωνται, συγκαλέσαντες ἐδημηγόρησαν ὅσα καὶ εὐπρεπὲς καὶ [3] ἀσφαλὲς ἦν αὐτοῖς εἰπεῖν. κἀν τούτῳ οἱ τοῦ Ἀντωνίου στρατιῶται τὴν θυγατέρα τὴν τῆς Φουλουίας τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκ τοῦ Κλωδίου εἶχε, τῷ Καίσαρι καίτοι ἑτέραν ἠγγυημένῳ 1 προεξένησαν, τοῦ Ἀντωνίου δῆλον ὅτι τοῦτο κατασκευάσαντος. [4] καὶ ὃς οὐκ ἀπηρνήσατο: οὐδὲ γὰρ ἐμποδισθήσεσθαί τι ἐκ τῆς ἐπιγαμίας πρὸς [p. 114] κατὰ τοῦ Ἀντωνίου πράξειν ἤμελλεν ἐνόμισε: τά τε γὰρ ἄλλα καὶ τὸν πατέρα τὸν Καίσαρα οὐδέν τι ἧττον ἐκ τῆς πρὸς τὸν Πομπήιον συγγενείας πάνθ᾽ ὅσα ἠθέλησε κατ᾽ αὐτοῦ πράξαντα ἠπίστατο.

1 h)gguhme/nw| Dind., e)ggeguhme/nwi LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: