previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15.

ἐν μὲν οὖν τούτοις οὕτω τὰ ἐναντιώτατα αὐτὸς ἑαυτῷ λέγων θαυμαστὸς οὗτος ἐξελέγχεται, καὶ νὴ Δία καὶ ἐν ἐκείνοις, ὅτι τοτὲ μὲν πάντα αὐτὸν τὰ τῷ Καίσαρι πραχθέντα συνάρασθαι 1 καὶ πάντων διὰ τοῦτο τῶν ἐμφυλίων κακῶν αἰτιώτατον γεγονέναι λέγει, τοτὲ δὲ ἐγκαλεῖ αὐτῷ, δειλίαν ὀνειδίζων, ὅτι μηδενὸς ἄλλου πλὴν [2] τῶν ἐν τῇ Θεσσαλίᾳ πραχθέντων μετέσχε. καὶ ἔγκλημά τε 2 αὐτοῦ ποιεῖται λέγων ὅτι τῶν φευγόντων τινὰς κατήγαγε, καὶ μέμφεται αὐτὸν ὅτι μὴ καὶ τῷ θείῳ τὴν κάθοδον ἔδωκεν, ὥσπερ τινὸς πιστεύοντος ὅτι οὐκ ἂν ἐκεῖνον πρῶτον, εἴπερ γε καὶ ὁντινοῦν ἠδυνήθη 3 καταγαγεῖν, ἐπανήγαγε, μήτε τι ἐγκαλῶν αὐτῷ μήτε ἐγκαλούμενος, [3] ὡς καὶ αὐτὸς οὗτος οἶδεν: ἀμέλει πολλὰ καὶ 4 σχέτλια αὐτοῦ καταψευσάμενος οὐδὲν τοιοῦτον εἰπεῖν ἐτόλμησεν. οὕτω μὲν οὖν οὐδ᾽ ὁτιοῦν αὐτῷ διαφέρει πᾶν τι ποτ᾽ ἂν ἐπὶ τὴν γλῶτταν αὐτοῦ ἐπέλθῃ, καθάπερ τι πλύμα, 5 ἐκχέαι. [p. 26]

1 suna/rasqai R. Steph., sunai/rasqai LM.

2 e)/gklhma/ te Bk., e)/gklh/mati L, e)gklh/mati M.

3 h)dunh/qh St., e)dunh/qh LM.

4 polla\ kai\ Bk., polla/kis LM.

5 plu/ma Naber, pneu=ma LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: