previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὴ καὶ λύσιν ἔστιν εὑρεῖν, μηδ᾽ οὕτως μικρὰς ἔχειν ἀφορμὰς δι᾽ ὧν οὐκ ἄν τις καὶ τῶν μεγίστων περιγένοιτο, ἐπισταμένους ἀκοῇ ὅτι Ἀθηναίων τῆς ἡγεμονίας στερηθέντων καὶ τὰ τείχη ταῖς ἑαυτῶν χερσὶ κατασκαψάντων καὶ τοσοῦτον μεταπεσόντων ἐκ τῆς ἀρχαίας εὐδαιμονίας, ὥστε ἐπὶ τριάκοντα αὐτῶν εἶναι δεσπόταις, καὶ τοῖς ἐκ Λακεδαίμονος φρουροῖς ἑβδομήκοντα ἄνδρες οἱ πρῶτοι συστάντες καὶ Φυλὴν καταλαβόντες τοσοῦτον αὖ μεταβαλεῖν ἐποίησαν ἅπαντα τὰ πράγματα, ὥστε κατέσχον μὲν τὸν Πειραιᾶ, κύριοι δὲ τῶν λιμένων κατέστησαν, ἔσωσαν δὲ καὶ ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν, τὴν πόλιν δὲ ἐκομίσαντο καὶ τὴν πάτριον πολιτείαν, τὰς Λακεδαιμονίων φρουρὰς ἀπαλλάξαντες: ἐξ ὧν καὶ περὶ αὑτῆς βουλεύσασθαι καὶ περὶ τῶν ἄλλων Ἑλλήνων ἠδυνήθη πάλιν πόλις καὶ τὰ τείχη περιβαλέσθαι καὶ τὴν ἀρχὴν τῆς θαλάττης ἀναλαβεῖν δι᾽ ἑνὸς ἀνδρὸς φυγάδος Κόνωνος, ὃς ὅτε αἱ τριήρεις αὐτοῖς ἀπώλοντο ἐν Αἰγὸς ποταμοῖς, μόνος ἐξ ἁπάντων ἀποδρὰς ᾤχετο.

εἰ τοίνυν μήτε Θρασύβουλος ἀπέγνω τὰ πράγματα μηδὲ ἐνεθυμήθη, τί δ᾽ ἂν εἶεν ἑβδομήκοντα ἄνθρωποι πρὸς τὴν Λακεδαιμονίων ἀρχὴν καὶ τὴν κατέχουσαν τύχην τότε κοινῇ τὴν Ἑλλάδαπάντες γὰρ ὁμοίως ὑποκεκύφεσαν αὐτοῖςμήτε Κόνων ἀδυνάτων ἐρῶν ᾔσθετο, ὅτε οὐδ᾽ ὁτιοῦν ἔχων πλὴν τοῦ σώματος ἔγνω τὰ τείχη πάλιν τῇ πόλει στῆσαι καὶ τὴν ἀρχὴν ἀνανεώσασθαι, πῶς οὐκ εὔδηλόν ἐστιν ὅτι γνώμῃ καὶ φρονήματι καὶ καρτερίᾳ ψυχῆς τὰ πολλὰ τῶν πραγμάτων, ἀλλ᾽ οὐ τῷ πλήθει τῶν ὑπαρχόντων κρίνεται; τί δὲ δεῖ λέγειν τὴν παλαιὰν ἔκλειψιν αὐτῶν τῆς πόλεως, ὅτε ἐξεπίτηδες αὐτὴν [p. 823] προήκαντο τοῖς βαρβάροις ἐμπρῆσαι καὶ ἱερὰ καὶ τάφους τοὺς ἐν τῇ χώρᾳ, τὴν ἐν Σαλαμῖνι βουλὴν ὑπὲρ τῶν Ἑλλήνων καὶ ὧν ἐκ τούτων ἔτυχον; οὐδεὶς γὰρ ταῦτά γε Ἑλλήνων οὐδὲ βαρβάρων ἀγνοεῖ, ἥκιστα δὲ ὑμεῖς, ὅσῳ καὶ παιδείᾳ πλεῖστον ἁπάντων προέχετε. καὶ νῦν μέν γε ὑμεῖς χρῆσθε τούτοις παραδείγμασι. γιγνομένων δὲ καὶ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: