previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς τὸν Ἰαλύσου καὶ Καμείρου νῦν. καὶ τὸν μὲν τῶν Ἁλίων ἀγῶνα ποιήσετε, καὶ τὸ χωρίον μεμένηκε σῶν [p. 809] οὗ ποιήσετε: δὲ ἐπώνυμος αὕτη τῆς Νύμφης τοῦ θεοῦ σχῆμα ἀκτῆς μετείληφε. καὶ πάλαι μὲν τὰ ἐκ τῶν γυναικῶν τῶν ἀποκειραμένων μηχανήματα ἐδείκνυτε τοῖς ἐπιδημοῦσι καὶ θαυμαστὸν ἦν, νῦν δὲ αὐτὴν τὴν πόλιν ἐν τοιαύτῃ θέᾳ λείπεται παριστᾶν καὶ δεικνύναι τοῖς εἰσαφικνουμένοις θέατρον καὶ βουλευτήριον, καὶ πίνακας ἡμιρραγεῖς καὶ σκοπέλους ἀντὶ πύργων δεικνύντας, οἰκτρὰ τῆς ὀνομαστῆς ποτε Ῥόδου τὰ λείψανα. μεγέθους δὲ ἑτέρων πόλεων εἰς τὸ μέσον λεγομένου οὔτε ἀντιλαβέσθαι ἐξέσται οὔτε μὴ ῥήγνυσθαι σιωπῶντα. ἁπλῶς δ᾽ εἴσεσθε μὲν οἵας πόλεως στέρεσθε, ὁποίας δ᾽ οὐχ ἕξετε δεικνύναι, καὶ ἐπὶ [p. 810] μέν γε τοῦ νῦν παρόντος χρόνου τοὺς εἰδότας πρότερον τῶν Ἑλλήνων ἐπιμαρτύρασθαι, ἐπειδὰν δὲ καὶ τούτους προσήκουσα μοῖρα ἀπαγάγῃ, τί δὴ λοιπὸν πλὴν ἐρήμην ὀφλεῖν φασι, γνωριζομένους, δαίμονες, οὐκ ἀπὸ τῶν ναυμαχιῶν οὐδ᾽ ἀπὸ τῶν λιμένων τε καὶ νεωρίων οὐδ᾽ ἀπὸ τοῦ κόσμου τοῦ κατὰ τὴν πόλιν, ἀλλ᾽ ὅτι μέγιστα τῶν Ἑλλήνων ἠτυχήσατε: καὶ δεήσει Ῥόδου μεμνημένους μὴ γαυριᾶν, ἀλλὰ θρηνεῖν. μόνοις δὲ οἷς ὑμεῖς πεπόνθατε νῦν καὶ οἱ πρὸ ἑξακοσίων ἐτῶν ἄνδρες ἔνδοξοι συνηδίκηνται καὶ οἵ γε μηδὲν τῇ πόλει προσήκοντες κοσμοῦντες τὴν πόλιν τοῖς ἑαυτῶν ἔργοις ἀντεκοσμοῦντο τῇ μνήμῃ.

ταῦτα τοίνυν τὰ οὕτως δεινὰ καὶ παραμυθίαν οὐκ ἔχοντα, ὡς ἂν δόξαι τις, ἐνεγκεῖν δεῖ, μάλιστα μὲν δὴ καὶ πρῶτον κατ᾽ αὐτὴν τὴν τῆς ἀνάγκης συμβουλὴν καὶ τοσούτῳ μᾶλλον, ὅσῳ δακρύων χώραν παρελήλυθεν: γὰρ οὐκ ἔστι κατ᾽ ἀξίαν ὀδύρασθαι, πῶς οὐκ ἀναγκαῖον ἀπαλγήσαντας ἐᾶν καὶ τοῦτο δὴ τὸ λεγόμενον μύσαντας φέρειν; ἔτι δὲ τὰ μὲν φαῦλα τῶν ἀτυχημάτων οὐδὲν δεῖται μεγάλης τῆς πρὸς αὐτὰ παρασκευῆς, τὰ δὲ μείζονα ἀνάγκη μεγάλως καὶ φέρειν, οὐχ ἁπλῶς λέγω μεγάλως,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: