previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

στοίχους, τὰς μὲν πλοΐμους, τὰς δ᾽ ἀποκειμένας ὥσπερ ἐν ταμιείῳ. ὧν εἴ τις ἐβούλετο πλεῖν ἡντινοῦν καθελκύσας, ἐξῆν. ἑτέρων δ᾽ ἐμβόλους χαλκοστόμους, τοὺς μὲν περὶ τοὺς λιμένας, τοὺς δὲ ἐν τοῖς ἄνω τόποις τῆς πόλεως μεμερισμένους σὺν πολλοῖς καὶ λαμπροῖς τοῖς λαφύροις, τοὺς μὲν ἀπὸ τοῦ Τυρρηνῶν λῃστικοῦ, τοὺς δ᾽ ἀπὸ τῶν ἔργων τῶν σὺν Ἀλεξάνδρῳ, τοὺς δ᾽ εἴ ποθεν αὐτῶν ἕκαστος εἰσῆκτο εἰς τὴν πόλιν. τεμένη δὲ θεῶν καὶ ἱερὰ καὶ ἀγάλματα τοσαῦτα μὲν τὸ πλῆθος, τηλικαῦτα δὲ τὸ μέγεθος, [p. 799] τοιαῦτα δὲ τὸ κάλλος, ὥστ᾽ ἄξια εἶναι τῶν ἄλλων ἔργων χαριστήρια, καὶ ὡς μὴ εἶναι διακρῖναι τί τις αὐτῶν μᾶλλον θαυμάσειεν: ὧν γε καὶ ἓν τὸ τυχὸν ἱκανὴν ἑτέρᾳ πόλει φιλοτιμίαν εἶχεν. ἐπὶ δὲ τούτοις εἰκόνας μὲν χαλκᾶς πρὸς ἁπάσας τὰς ἐν τῇ λοιπῇ Ἑλλάδι, γραφὰς δὲ τέχνης πάσης ἄλλας ἀλλαχοῦ τῆς πόλεως ἀνακειμένας, καὶ κόσμους τοὺς μὲν μόνους ὄντας ἐνταῦθα, τοὺς δὲ καλλίστους: καὶ τὴν μὲν ἀκρόπολιν πεδίων καὶ ἀλσῶν μεστὴν, τῆς δ᾽ ἄλλης πόλεως οὐδὲν ἕτερον ἑτέρου ὑπερέχον, ἀλλὰ διαρκῆ καὶ ἴσην τὴν κατασκευὴν οὖσαν, ὡς γένοιτ᾽ ἂν οὐ πόλεως, ἀλλὰ μιᾶς οἰκίας. ἀγυιὰς δὲ ἐξ ἀρχῆς εἰς τέλος διηνεκεῖς, ἥκιστα ἀξίας καλεῖσθαι στενωπούς: λαμπρὰν δὲ λαμπρῶς ἀποτεταμένην πανταχῆ τὴν πόλιν. τὸ δὲ ἐπὶ πᾶσι καὶ πρὸ πάντων θαῦμα καὶ ὀφθαλμοῖς κόρον οὐκ ἔχον, τὸν τῶν τειχῶν κύκλον καὶ τῶν ἐγκαταμεμιγμένων πύργων τὸ ὕψος καὶ κάλλος, ἀντὶ λαμπτήρων τοῖς προσπλέουσιν ὂν, ὥστ᾽ εἶναι μόνον τοῖς εἰς Ῥόδον καταίρουσι καὶ προσορῶσι μείζοσιν εὐθὺς τὴν γνώμην γίγνεσθαι. τὸ δὲ πάντων κάλλιστον οὐκ ἀπηρτημένον τὸν κύκλον τοῦτον τῆς ἄλλης πόλεως οὐδὲ κενὸν οὐδὲν ἐν μέσῳ ποιοῦντα, ἀλλὰ προσεχῆ τῇ πόλει, ὥσπερ στέφανον κεφαλῇ περιθέοντα.

μόνην δὲ ἦν εἰπεῖν τὴν Ῥόδον καὶ κατ᾽ οἰκίαν καὶ κοινῇ τετειχίσθαι. ἐώκει γὰρ αὐλῆς ἕρκει τὰ τείχη καὶ τοσοῦτον ἠδύνατο παρὰ τὴν εἴσω πόλιν, ὅσον ὁρίζειν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: