previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αἰχμάλωτος ἦκται Ῥοδίων οὐδεὶς οὔτε καθῄρηται Ῥόδος, ἀλλ᾽ ἀνθήσασα εἰς ὅσον ἐξῆν ἐξαίφνης ἠφάνισται. καίτοι τοὺς τοιούτους τῶν θανάτων οὐδὲ ἰδίᾳ ἐπὶ τῶν ἀνδρῶν ἀδόξους εἶναι συμβέβηκεν. ἀλλ᾽ Ἀμφιάραος δὺς κατὰ τῆς γῆς ὁμοῦ τῷ ἅρματι σεμνὸς ἥρως ᾁδεται, καὶ δεξάμενος τόπος τέμενος εἶναι δύναται τὸ λοιπὸν αὐτῷ. κινδυνεύω [p. 821] δὲ εἰπεῖν ὅτι καὶ τοῦτο εἰς ἐγκώμιον τῇ πόλει συντετέλεκε. περὶ μὲν γὰρ τῆς τῶν Λακεδαιμονίων πόλεως ἔχομεν λέγειν ὡς οὐ διεγένετο ἀπόρθητος καὶ περὶ τῶν ἄλλων ἐστὶ τὸ μέλλον ὑποπτεῦσαι: πολλὰ δὲ τοῖς περιοῦσι κινδυνεύεται καὶ πολλοὶ παρ᾽ ἀξίαν ἤδη καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὸ τῶν τυχόντων ἐσφάλησαν, οἳ πρὶν ἐνταῦθα ἐλθεῖν ἀκραιφνὲς καὶ κρεῖττον ἁπάσης ἐλπίδος τὸ φρόνημα ἔσωζον, αὕτη δὲ βεβαίως ἀήττητος οἴχεται, ὥσπερ ἀνὴρ ἀθλητὴς ἐν ταῖς εὐτυχίαις καταλύσας τοὺς πόνους, καὶ τὴν ἔμπροσθεν ἀκμὴν καὶ δύναμιν καὶ λαμπρότητα ἐπεσφραγίσατο τῇ τελευτῇ. οὐ γὰρ εὖ πράξασα, εἶτα χεῖρον ἔπραξεν οὐδ᾽ ἀεὶ κατὰ μικρὸν ἕως ἀπέσβη, ἀλλ᾽ οὖσα μὲν ἦν μεγίστη, πρότερον δ᾽ εἰς τὸ μηκέτ᾽ εἶναι κατῆλθεν τῆς ὑπαρχούσης ἀξίας ὑφεῖλεν. χρὴ λογιζομένους μήτε ὑπερασχάλλειν τῷ συμβεβηκότι μήτ᾽ ἀπαλγήσαντας ἐᾶν, ἀλλ᾽ ἐκεῖνο ὁρᾶν ὅτι ὥσπερ ἐκ τῆς μεγίστης εὐτυχίας εἰς τοὔσχατον ἦλθεν, οὕτως οὐδὲν ἀπεικὸς καὶ οὕτως πεπραγυῖαν ἀναστῆναι πάλιν καὶ προσδέχεσθαι τὴν ἐπὶ θάτερον τῆς τύχης ἤδη μεταβολὴν, ὅσῳ καὶ συνηθέστερον τῇ πόλει τὸ εὖ πράττειν τοῦ κακῶς. καὶ τοῦ μὲν θεοφιλὴς εἶναι πολλὰ καὶ πάλαι καὶ νῦν ἐξενήνοχε δείγματα, τοῦ δὲ ἐναντίου τοσοῦτον ἀφέστηκεν ὅσον πλεῖστον ἐξῆν. δι᾽ πάντα χρὴ καὶ τὸ συμβεβηκὸς ἐνεγκεῖν ὡς πραότατα καὶ τῶν δευτέρων ἐρρωμένως ἀντέχεσθαι καὶ τὸν λόγον βεβαιῶσαι ὅτι οὐκ οἰκίαι καλῶς ἐστεγασμέναι οὐδὲ λίθοι τειχῶν εὖ δεδομημένοι οὐδὲ στενωποί τε καὶ νεώρια πόλις, ἀλλ᾽ ἄνδρες χρῆσθαι τοῖς ἀεὶ παροῦσι δυνάμενοι, [p. 822] καὶ μὴ νομίζειν οὕτω τινὰ εἶναι συμφορὰν ἰσχυρὰν ἧς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: