previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔχοντες μεγίστων ἐξεπέσετε. ὥσπερ δὲ Ἡσίοδος ἔφη τοῦ οὐρανοῦ καὶ τῆς γῆς συμπεσόντων μέγιστον ἂν γενέσθαι κτύπον, ὡς τοῦτο ὂν μέγιστον τῶν ἀφ᾽ ὑψηλοῦ πτῶμα, οὕτω τῶν ἐν γῇ Ῥόδος πεσοῦσα μέγιστον ἤχησε καὶ εἰς πλείστους αἴσθησις αὐτῆς ἀφίκετο καὶ Ἕλληνας. καὶ βαρβάρους, καὶ τούς γε Ἑλλήνων καὶ βαρβάρων ἄρχοντας αὐτούς. οὐ γὰρ ἄλλο γε οὐδὲν ἀποκεκόσμηται πᾶσα θάλαττα καὶ χηρεύει τὸ λοιπὸν ὧν ἥκιστα ἐχρῆν. ὥστ᾽ εἰκότως πλείστους καὶ τοὺς συναχθομένους ἔχετε. οὔτε γὰρ ἀφανὲς τὸ πρᾶγμα διὰ τὸ μέγεθος οὔτ᾽ ἦν ὅστις ὑμῖν ἐφησθήσεται. πάντων γὰρ κοινοὶ ξένοι καὶ φίλοι, πολλῶν δὲ καὶ σωτῆρες ἦτε, ἀγαθοὶ μὲν ἡγεμόνες καὶ προπομποὶ τῶν παραπλεόντων ἐπ᾽ ἀμφότερα τὴν νῆσον, ὧν ἐποίησεν Ὅμηρος ἐν μύθῳ Φαιάκων ἡδίους καὶ λαμπρότεροι, ὀνομαστοὶ δὲ καὶ τοῖς ἐπ᾽ ἐσχατιαῖς γῆς. ὥστε καὶ τοῖς οὐκ εἰδόσι τὴν πόλιν παρὰ τῶν εἰδότων ἀκούουσιν, εἰ καὶ τἄλλα καθ᾽ ἡδονὴν βεβιωμένα αὑτοῖς εἶχον λέγειν, τοῦτο γοῦν ἓν οὐκ ἐλάχιστον δοκεῖν ἐνδεῖν, ὅτι μὴ εἶδόν πω Ῥόδον. καὶ δῆτα καὶ ἀπορήσαι τις ἂν ποτέροις νῦν [p. 813]μᾶλλον ἄξιον ὀδύρασθαι, πότερον τοῖς ἀθεάτοις τῆς πόλεως, τοῖς ὡμιληκόσιν. οἱ μὲν γὰρ ἐστέρηνται τοῦ καλλίστου θεάματος, οἱ δ᾽ ὧν εἶδον τοῦ μεγίστου, ὅσον δ᾽ ἐκέρδαναν, τοσοῦτον ἐζημίωνται: οὐ γὰρ ἀγνοοῦσιν ἡλίκον τι χρῆμα ἀπόλωλεν. καὶ μάλιστα χρὴ προθυμηθῆναι εὐκόλως καὶ γενναίως τοῖς παροῦσι χρήσασθαι, ὅτι πολλοὺς θεατὰς καὶ μάρτυρας τοῦ πῶς αὐτὰ διοίσετε ἔχετε, οἷς καλῶς ἔχον ἐστὶ καὶ Ῥοδίων ἔργον ἐνδείξασθαι τῆς εὐγενείας τὴν περιουσίαν, ὅτι κἂν δεκάκις τὰ τείχη πέσῃ, τὸ γοῦν ἀξίωμα τῆς πόλεως οὐ πεσεῖται, ἕως ἂν εἷς λείπηται Ῥοδίων, ἀλλ᾽ ἑστήξει καὶ μενεῖ σῶν: ἵνα μὴ συνάχθωνται μᾶλλον θαυμάζωσιν ὑμᾶς, μηδ᾽ ἐπὶ θρήνων μέμνωνται


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: