previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ μέλλοντι, ὑπέκειτο δὲ ἄρα πόλις τοιούτῳ παθήματι καὶ ἐπὶ ταύτην πᾶς σεισμὸς ἠρτύετο: δὲ ἥλιος τελευταῖα δὴ τότε ἐπέλαμπε τὴν ἑαυτοῦ πόλιν, καὶ παρῆν ἐξαίφνης πάντα ὁμοῦ τὰ δεινά. ὑπανεχώρει μὲν θάλαττα καὶ πᾶν ἐψιλοῦτο τῶν λιμένων τὸ ἐντὸς, ἀνερριπτοῦντο δὲ οἰκίαι καὶ μνήματα ἀνερρήγνυντο, πύργοι δὲ πύργοις ἐνέπιπτον καὶ νεώσοικοι τριήρεσι καὶ νεῲ βωμοῖς καὶ ἀναθήματα ἀγάλμασι καὶ ἄνδρες ἀνδράσι, καὶ πύργοι λιμέσι, καὶ πάντα ἀλλήλοις. ἐν ὅσῳ δὲ ἀνὴρ ἄγκυραν εἰς ἀπόπλουν ἀνήρτητο, μεταστραφεὶς οὐκέτ᾽ εἶχεν ἰδεῖν τὴν πόλιν, ἀλλ᾽ ἐγίγνετο πάντα ὁμοῦ, οἱ λιμένες ἐπὶ ξηροῦ, πόλις ἐν κόνει, δρόμοι κατ᾽ οἰκίας ἐκ στενωπῶν, εἰς στενωποὺς ἐξ οἰκιῶν, θάνατοι κατ᾽ οἰκίας, ἐν ἱεροῖς, ἐν θύραις, ἐν πύλαις. ἔξω μὲν τὰ μνήματα ἀνερρίπτει τοὺς κειμένους, ἔνδον δὲ ἐκρύπτοντο οἱ τελευτήσαντες: τῶν δ᾽ ὥσπερ τὰ εὐκταῖα ἀναθήματα χεῖρες ἐπ᾽ ἄκρων τοίχων, τῶν δὲ πόδες, τῶν δ᾽ ἄλλο τι λείψανον ἑωρᾶτο: καὶ οὐδὲ ταῦθ᾽ ἕκαστα ἐνῆν εἰκάσαι τίνων λείπεται. καὶ οἱ μὲν τὰς ἑαυτῶν φεύγοντες οἰκίας ἐν ταῖς ἑτέρων ἀπώλλυντο, οἱ δ᾽ ἐν ταῖς ἑαυτῶν ὑπ᾽ ἐκπλήξεως μένοντες, οἱ δὲ ἐκθέοντες ἐγκαταλαμβανόμενοι, οἱ δὲ ἀπολειφθέντες ἡμιθνῆτες, οὐκ ἔχοντες ἐξαναδῦναι οὐδὲ αὑτοὺς ῥύσασθαι, κακῶν ἐπιθήκην τὸν λιμὸν προσελάμβανον, καὶ τοσοῦτον κερδαίνοντες, ὅσον γνῶναι τὴν πατρίδα οὐκ οὖσαν, ἐπαπώλλυντο. τῶν δὲ διέκρινε τὰ [p. 805] σώματα τύχη, καὶ τὰ μὲν ἡμίσεα εἴσω θυρῶν ἀπείληπτο, τὰ δ᾽ ἡμίτομα ἔξω προὔκειτο. καὶ τούτοις ἕτερα αὖ προσενέπιπτε σώματα, σκεύη, λίθοι, τι ἑκάστῳ φέρων σεισμὸς ἀνέμιξεν. οἱ μὲν προσεδόκων, οἱ δὲ τοὺς οἰκείους ἐζήτουν, οἱ δ᾽ οὐκ εἶχον πότερ᾽ αὑτοὺς τοὺς ἑαυτῶν ὀδύρωνται: οἱ δὲ ἀπῴμωζον τὴν πόλιν, οἱ δὲ ἐνεπίμπραντο, ὁμοῦ τῶν ὀρόφων καὶ τῶν ἑστιῶν γενομένων. οἱ δὲ παῖδας ἐξαρπάζοντες αὐτοὶ κατελαμβάνοντο, οἱ δὲ ἑαυτοὺς ἐπαπεκτίννυον. δὲ κῶμος ἦν ἄγριος τοῦ τότε ἀρίστου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: