previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ νύκτες ἀνθ᾽ ἡμερῶν ἦσαν ἄγρυπνοι.
τίς κεν ἐκεῖνα
πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
οὐ γὰρ πεντάετες οὐδ᾽ ἑξάετες οὐκ ἀρκεῖ. ἀλλ᾽ οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων διήγησις ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο. εἰ δὴ ταῦτά τις προσλογίσαιτο καὶ σκέψαιτο ἐφ᾽ ὅσων καὶ οἵων τῶν παθημάτων καὶ ὁποίας τῆς περὶ ταῦτα ἀνάγκης εἰς θάλατταν καὶ ποταμοὺς καὶ φρέατα ἐκόμιζε, καὶ τῷ χειμῶνι μάχεσθαι προσέταττε, φήσει πᾶν ὡς ἀληθῶς περαιτέρω θαυμάτων εἶναι, καὶ τοῦ τε θεοῦ τὴν δύναμιν καὶ τὴν πρόνοιαν μειζόνως ὄψεται, κἀμοὶ [p. 481] συνησθήσεται τῆς τιμῆς ἣν ἐτιμώμην, καὶ οὐκ ἂν τῆς ἀσθενείας μᾶλλον συνάχθοιτο.

πόθεν οὖν συνεσκευάσθη τοσοῦτον πρᾶγμα ἴσως ἄν τις ἀκοῦσαι δεηθείη. τὸ δ᾽ ἐστὶ μὲν πέρα κατ᾽ Ἀλκίνου ἀπόλογον, πειράσομαι δέ πως ἐξ ἐπιδρομῆς εἰπεῖν. ἐξῆλθον εἰς Ῥώμην χειμῶνος μεσοῦντος, κάμνων οἴκοθεν εὐθέως ἐξ ὑδάτων καὶ ψύξεως οὐδεμίαν τῶν παρόντων ὤραν ποιησάμενος, τῇ δ᾽ ἀσκήσει τοῦ σώματος πιστεύων καὶ τῇ περὶ πάντα ἀγαθῇ τύχῃ. καὶ προελθὼν ἄχρι Ἑλλησπόντου τό τε οὖς ἔκαμνον καθ᾽ ὑπερβολὴν καὶ τἄλλα οὐχ ὡς ἔτυχε διεκείμην, καὶ μικρόν τι ῥαΐσας τὸ πέρα προῄειν. μετὰ ταῦτα ὑετοὶ, πάγοι, κρύσταλλοι, ἄνεμοι πάντες: Ἕβρος μὲν ἄρτι κεκομμένος, ὥστ᾽ εἶναι πλοίοις διαβατὸς, εἰ δὲ μὴ, πᾶς ἠπείρωτο ὑπὸ κρυστάλλου: πεδία δὲ λιμνάζοντα ὅσον ὀφθαλμὸς ἐπεῖχε: καταγωγίων δὲ ἀπορία, καὶ πλέον ἐκ τῶν ὀροφῶν τὸ ὕδωρ ἐκ Διὸς ἔξω ῥέον: καὶ τούτοις ἅπασιν ἔπειξις καὶ δρόμος παρὰ τὴν καθεστηκυῖαν ὥραν τε καὶ δύναμιν τοῦ σώματος. οὔτε γὰρ οἱ τὰς ἀγγελίας κομίζοντες τῶν στρατιωτῶν ἡμᾶς γε παρῆλθον, ἵνα μηδὲν εἴπω πλέον, τῶν τε οἰκετῶν ἐπὶ σχολῆς ὡδοιπόρουν οἱ πλείους. ἐγὼ δὲ καὶ τοὺς ἀγωγοὺς αὐτὸς ἀνεζήτουν, εἴ που δεήσειε, καὶ ἦν οὐδὲ τοῦτο ἀπὸ τοῦ ῥᾴστου γιγνόμενον. ἔδει γὰρ ὑποφεύγοντας οἷα βαρβάρους ἀνθρώπους ἕλκειν, τὰ μὲν πείθοντα, ἔστι δ᾽ καὶ χειρούμενον. ἐκ δὴ τούτων ἁπάντων νόσος ᾔρετο. καὶ τοῦτο μὲν περὶ τῶν ὀδόντων ἐν παντὶ κατέστην, ὥσθ᾽ ὑπεῖχον τὰς χεῖρας, ὡς ἀεὶ δεξόμενος. τροφῆς δὲ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: