previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ εἰς εὐνὴν διεσωσάμην τὴν ἐπὶ τῷ λουτρῷ σχέσιν, καὶ οὔτε τι ξηροτέρου οὔτε ὑγροτέρου τοῦ σώματος ᾐσθόμην, οὐ τῆς θέρμης ἀνῆκεν οὐδὲν, οὐ προσεγένετο, οὐδ᾽ αὖ τοιοῦτον θέρμη ἦν, οἷον ἄν τῳ καὶ ἀπ᾽ ἀνθρωπίνης μηχανῆς ὑπάρξειεν, ἀλλά τις ἦν ἀλέα διηνεκὴς, δύναμιν φέρουσα ἴσην διὰ παντὸς τοῦ σώματός τε καὶ τοῦ χρόνου. παραπλησίως δὲ καὶ τὰ τῆς γνώμης εἶχεν. οὔτε γὰρ οἷον ἡδονὴ περιφανὴς ἦν οὔτε κατ᾽ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτὸ, ἀλλ᾽ ἦν τις ἄρρητος εὐθυμία, πάντα δεύτερα τοῦ παρόντος καιροῦ τιθεμένη, ὥστε οὐδ᾽ ὁρῶν τὰ ἄλλα ἐδόκουν ὁρᾶν: οὕτω πᾶς ἦν πρὸς τῷ θεῷ. ἀλλὰ τὸ ἐντεῦθεν σὸν ἤδη, δέσποτα, γίγνεται δεῖξαι καὶ παραστῆσαι τι ἑξῆς λέγοντες καὶ ὅποι τραπόμενοι σοί τ᾽ ἂν κεχαρισμένα ποιοῖμεν καὶ τοῦ λόγου προΐοιμεν ὡς κάλλιστα. πότερα ἐπειδὴ ποταμοῦ καὶ χειμῶνος τοιούτου καὶ λουτροῦ μνείαν ἐποιησάμην, ἕτερα ἐφεξῆς τῆς αὐτῆς ἰδέας λέγω καὶ οἷον κατάλογόν τινα λουτρῶν ποιῶμαι χειμερίων τε καὶ θείων καὶ πάντως παραδόξων; διαλαβὼν τὸν λόγον καί τινα τῶν ἐν μέσῳ διηγήσωμαι; κράτιστον καὶ τἀν τῷ μέσῳ πάντα ὑπερβάντα ἀποδοῦναι τὸ τέλος τῷ πρώτῳ λόγῳ, πῶς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν καὶ πῶς ἅπαντα ἀπέβη; πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐπεσήμηνεν θεὸς ἐκ τῶν ἐφεστηκότων ἀεὶ κινδύνων ἐξαρπάζων, οἳ πυκνοὶ νυκτὸς ἑκάστης καὶ ἡμέρας ἦσαν, ἄλλοτε ἄλλοι προσβάλλοντες, τότε δὲ ἐπανιόντες οἱ αὐτοὶ, καὶ ὁπότε ἀπαλλαγείη τις, ἀντιλαμβάνοντες ἕτεροι, καὶ [p. 472] πρὸς ἕκαστα τούτων ἀλεξιφάρμακα ᾔει παρὰ τοῦ θεοῦ καὶ παραμυθίαι παντοῖαι καὶ ἔργῳ καὶ λόγῳ: ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε. ἔφη χρῆναι τελευτᾶν εἰς τρίτην ἡμέραν, καὶ ταῦτα ἀναγκαίως ἔχειν, καὶ ἅμα σύμβολα ἔδωκε, καὶ ὁποῖ᾽ ἄττα ἔσται τὰ τῆς ἐπιούσης ἡμέρας, καὶ γὰρ τὸν ἀέρα ὁποῖος καὶ τὸν ἡνίοχον ὅπου φανήσοιτο καὶ ἄλλα ἔδωκε σύμβολα τῆς ἀληθείας: ἀλλὰ δεῖν οὕτω ποιεῖν, πρῶτον μὲν ἀναβάντα ἐπὶ τὸ ζεῦγος ἐλθεῖν ἐπὶ τὸν ποταμὸν τὸν διὰ τῆς πόλεως ῥέοντα, γενόμενον δὲ οὗ ἐστιν ἤδη ἔξω τῆς πόλεως ἱερὰ δρᾶσαι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: