previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀσκληπιὸν ὁρμοῦν ἐπὶ τῷ στόματι τοῦ λιμένος, καθ᾽ ῥῖψαι δεῖν ἑαυτὸν, καὶ φωνάς τινας τῶν ναυτῶν καὶ ἕτερα οὐ μέμνημαι πάνθ᾽ ἑξῆς τοῖς μεθ᾽ ἡμέραν ἀποβᾶσιν ὁμολογήσαντα. ὡς οὖν κατήλθομεν εἰς τὴν Ἐλαίαν, παρῆμεν ἔξω πρὸς τὸν λιμένα, καὶ εὐθὺς μὲν τὸ πλοῖον εὑρίσκετο, Ἀσκληπιὸς ὄνομα, εὐθὺς δ᾽ ἐβόων οἱ ναῦται τὸν θεὸν, ὡς εἶδον τὰ γιγνόμενα. ἦν δὲ ἀπαρκτίας λαμπρὸς, ὥστ᾽ ἐκβὰς ἐδεήθην σκέπης. πάλιν οὖν τῆς ἐπιούσης νυκτὸς κελεύει τῇ μὲν θαλάττῃ κατὰ ταὐτὰ χρῆσθαι, ἐκβάντα δὲ τοῦ ὕδατος στάντα ἐναντίον τοῦ ἀνέμου οὕτω θεραπεῦσαι τὸ σῶμα. καὶ ὅτι μὲν πολλοῖς ἤδη τοιαῦτα ἐπιτέτακται σύνοιδα: ἀλλὰ πρῶτον μὲν κατ᾽ αὐτὸ τοῦτο θαυμαστότερον τὸ τοῦ θεοῦ, ἐπὶ πολλῶν καὶ συνεχῶς τὴν αὑτοῦ δύναμιν καὶ πρόνοιαν ἐμφανίζοντος, ἔπειτα εἴ τις ἅπαν τὸ ἡμέτερον ἐνθυμηθείη. καίτοι τίς οἷός τ᾽ ἂν εἴη λογισμῷ λαβεῖν ἐν οἷς ἡμεῖς ἦμεν τότε; ἴσασι δὲ οἱ ἐφ᾽ ἑκάστων παρόντες, τοῦτο μὲν ὡς τὰ τοῦ χρωτὸς εἶχε, τοῦτο δὲ ὡς τἄνδοθεν. ἔτι δὲ ῥεῦμα ἐκ τῆς κεφαλῆς ὅσαι καὶ ἡμέραι καὶ νύκτες φερόμενον καὶ κλυδώνιον ἐν τῷ [p. 480] στήθει καὶ πνεῦμα ἀντανιὸν πρὸς τὸ ῥεῦμα ἄνω καὶ συνισχόμενον ἐν τῷ τραχήλῳ, καὶ πιμπρὰν, καὶ τοσαύτην ἀεὶ τοῦ θανάτου τὴν προσδοκίαν, ὥστε μηδ᾽ οἰκέτην καλέσαι θαρρεῖν, ἀλλὰ νομίζειν μάτην ἂν καλεῖν, φθῆναι γὰρ ἂν τὸ χρῆμα περανθέν. πρὸς δὲ τούτοις ὤτων καὶ ὀδόντων παντοῖα συμπτώματα καὶ τάσιν ἐν κύκλῳ τῶν φλεβῶν καὶ τροφὴν ἄπορον μὲν κατέχειν, ἄπορον δὲ ἐμεῖν: τι γὰρ καὶ μικρὸν ψαύσειε τῆς φάρυγγος τῆς ὑπερώας, ἔκλειε τὸν πόρον, κᾆτα ἀναλαβεῖν οὐκ ἦν. ὀδύνη δὲ εἰς ἐγκέφαλον διάπυρος καὶ προσβολαὶ πᾶσαι, κἀν ταῖς νυξὶν ἀμηχανία κατακλίσεως, ἀλλ᾽ ἔδει μετεωρίσαντα αὑτὸν καρτερεῖν προκεκυφότα, τὴν κεφαλὴν ἔχοντα πρὸς τοῖς γόνασι. τούτοις δ᾽, οἶμαι, τοιούτοις οὖσι καὶ ἑτέροις μυρίοις ἀναγκαίως εἵπετο ἐρίοις τε κατειλίχθαι καὶ ἑτέροις σκεπάσμασι: καὶ κάθειρξις ἦν ἀκριβὴς, συγκεκλειμένων πάντων, ὥστε ἡμέρα μὲν νύκτα ἠδύνατο, αἱ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: