previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν ναῶν τῶν τριῶν ἐστιν. ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ [p. 470]χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρ᾽ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδοςκαὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλωνταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλ᾽ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν. καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.

καὶ τὰ μὲν κεφάλαια τῆς ἐπιφανείας ταῦτά ἐστιν, ὡς ἀντὶ τοῦ παντός γ᾽ ἂν ἐποιησάμην καὶ καθ᾽ ἕκαστα δύνασθαι δι᾽ ἀκριβείας διεξελθεῖν. ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἷον εἰκὸς ἐν τοιούτῳ ἀέρι. ἐπεὶ δ᾽ ἐξηγγέλθη τὰ τῆς ἐπιφανείας, παρέπεμπον ἡμᾶς οἱ φίλοι, καὶ τῶν ἰατρῶν οἵ τε δὴ συνήθεις καὶ ἄλλοι οἱ μὲν ὡς ἀγωνιῶντες, οἱ δὲ καὶ τῆς ἱστορίας ἕνεκα: ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντ᾽ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας. ἦν δέ τις Ἡρακλέων ἰατρὸς, ἑταῖρος ἡμέτερος, ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, τῳ ἄλλῳ τοιούτῳ. ὡς δὴ ἐγενόμεθα ἐπὶ τοῦ ποταμοῦ, οὐδὲν ἔδει τοῦ παρακελευσομένου, ἀλλ᾽ ἔτι τῆς θέρμης τῆς ἐκ τῆς ὄψεως τοῦ θεοῦ μεστὸς ὢν ἀπορρίψας τὰ ἱμάτια οὐδ᾽ ἀνατρίψασθαι δεηθεὶς, ἵεμαι οὗ τοῦ ποταμοῦ τὸ βαθύτατον ἦν. ἔπειθ᾽ ὥσπερ ἐν κολυμβήθρᾳ καὶ μάλα ἠπίου καὶ κεκραμένου ὕδατος ἐχρώμην διατριβῇ, ἐννέων τε καὶ ἀνακλύζων ἐμαυτὸν πάντη. ὡς δ᾽ ἐξέβην, ὅτε δὴ χρὼς πᾶς ἤνθει καὶ τὸ σῶμα πάντη κοῦφον ἦν, καὶ βοὴ πολλὴ τῶν τε παρόντων [p. 471] καὶ ἐπιόντων, τὸ πολυύμνητον δὴ τοῦτο βοώντων, μέγας Ἀσκληπιός. καὶ τὰ ἀπὸ τούτου τίς ἂν ἐνδείξασθαι δυνηθείη; ἅπαν γὰρ τὸ λοιπὸν τῆς ἡμέρας καὶ τῆς νυκτὸς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: