previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀνθρώπῳ δὲ νῷ λαβεῖν ἐνδείξασθαι λόγῳ οὐ πάνυ ῥᾴδιον. ἕτερον τοίνυν λουτρὸν ἐν Σμύρνῃ προσετάχθη χειμῶνος ἱσταμένου, ἔδει δὲ πορευθέντα πρὸς τὰς πηγὰς τὰς θερμὰς τῷ μὲν θερμῷ ὕδατι μὴ χρῆσθαι, τῷ δὲ παραρρέοντι ποταμῷ, καὶ ἦν ἡμέρα πᾶσα ἔφυδρός τε καὶ ψυχρὰ καὶ τὸ ὕδωρ τοσοῦτον διέλιπεν ὅσον ἀρκέσαι τῇ πορείᾳ: καὶ πρῶτον ἦν τῶν θαυμάτων τοῦτο. δείλη τε ἦν ὀψία καὶ τὸ λουτρὸν ἐγίγνετο καὶ ἐπέπνει βορέας ἀκραής. ταυτὶ δὲ ἐν Περγάμῳ πάλιν χειμῶνός τε καὶ ἐν λεπτότητι θαυμαστῇ τοῦ σώματος, ὥστε πολὺν χρόνον πάνυ τοῦ οἰκήματος οὐκ ἐξέβην οὗ κατεκείμην. ἐκέλευσε λούσασθαι τῷ ποταμῷ τῷ διὰ τῆς πόλεως ῥέοντι: δ᾽ ἔρρει πολὺς ἐξ ὄμβρων, καὶ προεῖπεν ὡς τριῶν τῶν λουτρῶν ἐσομένων. γενομένου δὲ τοῦ προστάγματος ὡς ἐπύθοντο συνῆλθον οἱ σπουδαιότατοι τῶν φίλων παραπέμποντες καὶ φροντίζοντες τι ἀποβήσοιτο, καὶ ἅμα ἀντ᾽ ἄλλης ἱστορίας ποιούμενοι ἰδεῖν τὰ γιγνόμενα, καὶ γὰρ δὴ καὶ ἡμέρα χειμέριος ἦν. πρῶτον μὲν οὖν ὕσθημεν παρὰ τὴν ὁδὸν καὶ τὸ πρῶτον ἦν τῶν λουτρῶν τοῦτο: καὶ γὰρ ἀνῄειμεν ἀνωτέρω τὴν ἐφ᾽ Ἵππωνος, βουλόμενοι καθαρῷ τῷ ὕδατι ἐντυχεῖν καὶ μήπω ὡμίληκε τῇ πόλει. ὡς δὲ ἐγενόμεθα ἐπὶ τῆς ὄχθης, οὐδεὶς τῶν φίλων ἐθάρρει παρακελεύσασθαι, καίτοι παρῆν μὲν νεωκόρος αὐτὸς, παρῆσαν δὲ καὶ τῶν φιλοσόφων τινὲς, ἄνδρες καλοὶ κἀγαθοὶ, ἀλλ᾽ [p. 479] ὅμως ἀγωνιῶντες καὶ ἀπορούμενοι φανεροὶ πάντες ἦσαν. κἀγὼ τά τε ἱμάτια ἀπερρίπτουν καὶ καλέσας τὸν θεὸν ἵεμαι εἰς μέσον τὸν πόρον. δὲ ἐκυλίνδει μὲν πέτρας, ἔφερε δὲ ὕλην, ἐκύμαινε δὲ ὥσπερ ἐξ ἀνέμου, καὶ τῶν κάτω φανερὸν ἦν οὐδὲν, ἠχὴ δὲ καὶ θόρυβος πολύς. ἐνταῦθα δὴ αἱ μὲν πέτραι ἀντὶ φύλλων περιέρρεον, τὸ δὲ ὕδωρ οὕτω κοῦφον ἦν ὡς οὐδὲν τῶν καθαρῶς διαφανῶν, καὶ διέτριψα δὴ εἰς ὅσον πλεῖστον ἐξῆν. ὡς δ᾽ ἐξέβην ἐπὶ τὴν ὄχθην, θέρμη διὰ παντὸς ἐχώρει τοῦ σώματος καὶ ἀτμὸς ἄνω πολὺς, καὶ πάντα ἐπεφοίνικτο, καὶ τὸν παιᾶνα ᾔδομεν. καὶ ὡς ἐπανῄειμεν, αὖθις αὖ ὕδωρ ἐπιγίγνεται ἐκ Διὸς, καὶ τὸ τρίτον τῶν λουτρῶν εἰς τοῦτο ἐτελεύτησεν.

ἕτερον τοίνυν ἐν Ἐλαίᾳ ταύτῃ γενόμενον. ἔπεμψέ με λουσόμενον θαλάττῃ, πλοῖόν τε δὴ προειπὼν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: