previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δ᾽ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, εἴπωμεν πρὸς τὸν ἀδόλεσχον
παῖ, σιώπα πόλλ᾽ ἔχει σιγὴ καλά
1 δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι: ὧν οὐδ᾽ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι: τοῖς δ᾽ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα, 2 ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον συνέδριον γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δ᾽ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα [p. 304]
πρὸ χείματος ὥστ᾽ ἀνὰ ποντίαν ἄκραν
βορέου 3 πνέοντος
4
ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν 5 μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν πλέωσιν, ἀλλ᾽ ἀναγκαστῶν: πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου, 6 τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί
πόδες δὴ κεῖθι τιμιώτατοι 7
κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπ᾽ ἀδολέσχου καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντοςοὐ θαυμαστόν, Ἀριστότελες;οὐ τοῦτο φησίθαυμαστόν, ἀλλ᾽ εἴ τις πόδας ἔχων σὲ ὑπομένειἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντικατηδολέσχηκά σου, φιλόσοφε:’ ‘μὰ Δί᾽εἶπενοὐ γὰρ προσεῖχονκαὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δ᾽ ἐντὸς ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν φροντίδας: ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι. τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δ᾽ ἀδολέσχων λόγος ἀτελὴς καὶ ἄκαρπός ἐστι. [p. 305]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: