This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, καθάπερ τὸν
οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρημένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους
εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἣδιστον
ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι κακῶς καὶ
προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφ᾽ ὧν
1
θαυμάζεσθαι καταγελώμενοι καὶ δι᾽ ὧν φιλεῖσθαι δυσχεραινόμενοι.
ὥσπερ
οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων
ἀναφρόδιτος, οὕτως τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός
τις καὶ ἄτεχνός ἐστι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.