previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίς δ᾽ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον: εἰ δ᾽ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας: ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον. ἀλλὰφίλος οὗτος [p. 314] ἐμοί.’ τούτῳ δ᾽ ἕτερός τις, πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ: κἀκεῖνος ἄλλῳ πάλιν: εἶθ᾽ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, λόγος. ὡς γὰρ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλ᾽ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς: δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος: εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη: οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν: ἂν δ᾽ εἰς ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. ‘ἔπεα1 γάρπτερόενταφησὶν ποιητής οὔτε γὰρ πτηνὸν 2 ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεται
λαιψηρὰ κυκλώσας πτερά
3 δι᾽ ἄλλων 4 ἐπ᾽ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες: τοῦ λόγου δ᾽ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδ᾽ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον.
μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας
5 πρήσειεν ἄν τις: καὶ πρὸς ἄνδρ᾽ εἰπὼν ἕνα,
πύθοιντ᾽ ἂν ἀστοὶ πάντες.

1 Hom. B 7. Φ 73. passim

2 οὔτε γὰρ πτηνὸν κἑ] cf. Nauck. p. 691

3 cf. p. 750 b

4 δι᾽ ἄλλων] δι᾽ ἄμενων codex D, unde fort. δι᾽ ἀνέμων corrigendum

5 Nauck. p. 486

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: