previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως 1 πόδα ξύλινον προσεποιήσατο καθ᾽ Ἡρόδοτον, 2 τοῦ οἰκείου στερηθείς: ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ [p. 245] ὀθνεῖον ἐξ ἀγορᾶς παλαίστρας ἑταῖρον οὐθὲν ἔοικεν ἄλλο ποιεῖν σάρκινον καὶ συμφυὲς; ἑκουσίως ἀποκόψας μέλος ἀλλότριον προστρίβεσθαι 3 καὶ προσαρμόττειν. αὐτὴ γὰρ προσδεχομένη καὶ ζητοῦσα φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας. ὅθεν Μένανδρος 4 ὀρθῶς
οὐκ ἐκ πότων καὶ τῆς καθ᾽ ἡμέραν τρυφῆς
ζητοῦμεν πιστεύσομεν τὰ τοῦ βίουφησί),
πάτερ; 5 οὐ περιττὸν οἴετ᾽ ἐξευρηκέναι
ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν;
σκιαὶ 6 γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα καὶ εἴδωλα τῆς πρώτης ἐκείνης, ἣν παισί τε πρὸς γονεῖς φύσις ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην μὴ σεβόμενος μηδὲ τιμῶν ἆρά τίνα 7 πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν; ποῖὸς τίς ἐστιν τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων, τῷ δ᾽ ἀδελφῷ μηδὲ τὴν αὐτὴν ὁδὸν οἰόμενος; δεῖν βαδίζειν; ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδ᾽ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: