previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄξιον δὲ πυθέσθαι βαρβάρων ἀδελφῶν διαδικασίαν οὐ περὶ γῃδίου μερίδος; οὐδ᾽ ἐπ᾽ ἀνδραπόδοις προβατίοις γενομένην ἀλλὰ περὶ τῆς Περσῶν ἡγεμονίας. Δαρείου γὰρ ἀποθανόντος, οἱ μὲν ἠξίουν Ἀριαμένη βασιλεύειν, πρεσβύτατον ὄντα τῆς γενεᾶς, οἱ δὲ Ξέρξην, Ἀτόσσης τε μητρὸς ὄντα τῆς Κύρου θυγατρὸς; ἔκ τε Δαρείου βασιλεύοντος ἤδη γεγενημένον. Ἀριαμένης μὲν οὖν κατέβαινεν ἐκ Μήδων οὐ πολεμικῶς ἀλλ᾽ ὡς ἐπὶ δίκην ἡσύχως Ξέρξης: δὲ παρὼν ἔπραττεν ἅπερ ἦν βασιλεῖ προσήκοντα: ἐλθόντος δὲ τἀδελφοῦ, θεὶς τὸ διάδημα καὶ καταβαλὼν τὴν τιάραν, ἣν φοροῦσιν ὀρθὴν οἱ βασιλεύοντες, ἀπήντησεν αὐτῷ καὶ ἠσπάσατο, καὶ [p. 268] δῶρα πέμπων ἐκέλευσεν εἰπεῖν τοὺς κομίζονταςτούτοις σε νῦν τιμᾷ Ξέρξης, ἀδελφός: ἂν δὲ βασιλεὺς κρίσει καὶ ψήφῳ Περσῶν ἀναγορευθῇ, δίδωσί σοι δευτέρῳ μεθ᾽ ἑαυτὸν εἶναι.’ καὶ Ἀριαμένηςἐγὼ δ᾽ἔφητὰ μὲν δῶρα δέχομαι, βασιλείαν δὲ τὴν Περσῶν ἐμαυτῷ νομίζω προσήκειν: τιμὴν δὲ τὴν μετ᾽ ἐμὲ τοῖς ἀδελφοῖς φυλάξω, Ξέρξῃ δὲ πρώτῳ τῶν ἀδελφῶνἐπεὶ δ᾽ κρίσις ἐνέστη, Πέρσαι μὲν Ἀρτάβανον, ἀδελφὸν ὄντα Δαρείου, δικαστὴν ἀπέφηναν δόξαν αὐτοῖς, Ξέρξης δ᾽ ἔφευγεν ἐπ᾽ ἐκείνου κριθῆναι τῷ πλήθει πεποιθώς. Ἄτοσσα δ᾽ μήτηρ ἐπέπληξεν αὐτῷ, ‘τί φεύγεις Ἀρτάβανον, παῖ, θεῖον ὄντα καὶ Περσῶν ἄριστον; τί δ᾽ οὕτω τὸν ἀγῶνα δέδοικας, ἐν καλὰ καὶ τὰ δευτερεῖα, Περσῶν βασιλέως ἀδελφὸν κριθῆναι;πεισθέντος οὖν Ξέρξου καὶ γενομένων λόγων, Ἀρτάβανος μὲν ἀπεφήνατο Ξέρξῃ τὴν βασιλείαν προσήκειν, Ἀριαμένης δ᾽ εὐθὺς ἀναπηδήσας προσεκύνησε τὸν ἀδελφὸν καὶ λαβόμενος τῆς δεξιᾶς εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον. ἐκ τούτου μέγιστος ἦν παρ᾽ αὐτῷ καὶ παρεῖχεν εὔνουν ἑαυτόν, ὥστ᾽ ἀριστεύων ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ πεσεῖν ὑπὲρ τῆς ἐκείνου δόξης τοῦτο μὲν οὖν ὥσπερ ἀρχέτυπον ἐκκείσθω καθαρὸν καὶ ἀμώμητον εὐμενείας καὶ μεγαλοφροσύνης. Ἀντιόχου δὲ τὴν μὲν φιλαρχίαν ψέξειεν ἄν τις, ὅτι δ᾽ οὐ παντάπασιν αὐτῇ τὸ φιλάδελφον ἐνηφανίσθη, θαυμάσειεν. ἐπολέμει μὲν γὰρ ὑπὲρ τῆς βασιλείας Σελεύκῳ νεώτερος ὢν ἀδελφὸς καὶ τὴν μητέρα συλλαμβάνουσαν εἶχεν: ἀκμάζοντος δὲ τοῦ πολέμου, [p. 269] Γαλάταις μάχην Σέλευκος συνάψας καὶ ἡττηθείς, οὐδαμοῦ φανερὸς ἦν ἀλλ᾽ ἔδοξε τεθνάναι, πάσης ὁμοῦ τι τῆς στρατιᾶς ὑπὸ τῶν βαρβάρων κατακοπείσης. πυθόμενος οὖν Ἀντίοχος τὴν πορφύραν ἔθηκε καὶ φαιὸν ἱμάτιον ἔλαβε, καὶ τὰ βασίλεια κλείσας ἐπένθει τὸν ἀδελφόν: ὀλίγῳ δ᾽ ὕστερον ἀκούσας, ὅτι σῴζεται καὶ δύναμιν αὖθις ἑτέραν ἀθροίζει, τοῖς τε θεοῖς ἔθυσε προελθὼν καὶ ταῖς πόλεσιν ὧν ἦρχε θύειν καὶ στεφανηφορεῖν ἐπήγγειλεν. Ἀθηναῖοι δὲ τὸν περὶ τῆς ἔριδος τῶν θεῶν μῦθον ἀτόπως πλάσαντες ἐπανόρθωμα τῆς ἀτοπίας οὐ φαῦλον ἐνέμιξαν αὐτῷ: τὴν γὰρ δευτέραν ἐξαιροῦσιν ἀεὶ τοῦ Βοηδρομιῶνος, ὡς ἐν ἐκείνῃ τῷ Ποσειδῶνι πρὸς τὴν Ἀθηνᾶν γενομένης τῆς διαφορᾶς. τί οὖν κωλύει καὶ ἡμᾶς διαφορᾶς ποτε πρὸς οἰκείους καὶ συγγενεῖς γενομένης ἐν ἀμνηστίᾳ τὴν ἡμέραν ἐκείνην τίθεσθαι καὶ μίαν τῶν ἀποφράδων νομίζειν, ἀλλὰ μὴ πολλῶν καὶ ἀγαθῶν ἐν αἷς συνετράφημεν καὶ συνεβιώσαμεν ἡμερῶν διὰ μίαν ἐπιλανθάνεσθαι; γὰρ μάτην καὶ πρὸς οὐθὲν φύσις ἡμῖν ἔδωκε πραότητα καὶ μετριοπαθείας ἔκγονον ἀνεξικακίαν, μάλιστα χρηστέον τούτοις πρὸς συγγενεῖς καὶ οἰκείους. οὐχ ἧττον δὲ τοῦ διδόναι συγγνώμην ἁμαρτοῦσι τὸ αἰτεῖσθαι καὶ λαμβάνειν αὐτοὺς ἁμαρτόντας εὔνοιαν ἐμφαίνει καὶ φιλοστοργίαν. ὅθεν ὀργιζομένων τε δεῖ μὴ ἀμελεῖν καὶ παραιτουμένοις μὴ ἀντιτείνειν, ἀλλὰ καὶ φθάνειν πολλάκις ἁμαρτόντας αὐτοὺς τῇ παραιτήσει τὴν ὀργὴν ἀδικηθέντας τε πάλιν αὖ τῇ συγγνώμῃ τὴν παραίτησιν. μὲν οὖν Σωκρατικὸς [p. 270] Εὐκλείδης ἐν ταῖς σχολαῖς περιβόητός ἐστιν, ὅτι φωνὴν ἀκούσας ἀγνώμονα καὶ θηριώδη τἀδελφοῦ πρὸς αὐτὸν εἰπόντοςἀπολοίμην, εἰ μή σε τιμωρησαίμην:’ ‘ἐγὼ δ᾽εἶπενεἰ μή σε πείσαιμι παύσασθαι τῆς ὀργῆς καὶ φιλεῖν ἡμᾶς ὡς πρότερον ἐφίλεις.’ τὸ δ᾽ Εὐμένους 1 τοῦ βασιλέως ἔργον οὐ λόγος ὑπερβολὴν οὐδεμίαν 2 πραότητος ἀπολέλοιπε. Περσεὺς γὰρ τῶν Μακεδόνων βασιλεὺς ἐχθρὸς ὢν αὐτῷ παρεσκεύασε τοὺς ἀποκτενοῦντας: οἱ δὲ περὶ Δελφοὺς ἐνήδρευον αἰσθόμενοι βαδίζοντα πρὸς τὸν θεὸν ἀπὸ θαλάσσης. γενόμενοι δ᾽ ὄπισθεν αὐτοῦ λίθους μεγάλους ἐμβάλλουσιν εἴς τε τὴν κεφαλὴν καὶ τὸν τράχηλον, ὑφ᾽ ὧν σκοτωθεὶς καὶ πεσὼν ἔδοξε τεθνάναι: καὶ περιῆλθεν φήμη πανταχόσε, καὶ φίλοι τινὲς ἀφίκοντο καὶ θεράποντες εἰς Πέργαμον αὐτάγγελοι τοῦ πάθους ἣκειν δοκοῦντες. Ἄτταλος οὖν πρεσβύτατος αὐτοῦ τῶν ἀδελφῶν, ἀνὴρ ἐπιεικὴς καὶ περὶ τὸν Εὐμένη πάντων ἄριστος, οὐ μόνον βασιλεὺς ἀνηγορεύθη διαδησάμενος, ἀλλὰ καὶ τὴν γυναῖκα τἀδελφοῦ Στρατονίκην ἔγημε καὶ συνῆρχεν: 3 ἐπεὶ δ᾽ ἀπηγγέλη ζῶν Εὐμένης καὶ προσῄει, θεὶς τὸ διάδημα καὶ λαβὼν ὥσπερ εἰώθει τὰ δοράτια μετὰ τῶν ἄλλων ἀπήντησεν αὐτῷ δορυφόρων. δὲ κἀκεῖνον εὐμενῶς ἐδεξιώσατο καὶ τὴν βασίλισσαν ἠσπάσατο μετὰ τιμῆς καὶ φιλοφροσύνης: καὶ χρόνον οὐκ ὀλίγον ἐπιβιώσας ἀμέμπτως καὶ ἀνυπόπτως [p. 271] ἀπέθανε, τῷ Ἀττάλῳ τήν τε βασιλείαν καὶ τὴν γυναῖκα παρεγγυήσας. τί οὖν ἐκεῖνος; ἀποθανόντος αὐτοῦ, παιδίον οὐδὲ ἓν ἠθέλησεν ἐκ τῆς γυναικὸς ἀνελέσθαι τεκούσης πολλάκις, ἀλλὰ τὸν ἐκείνου παῖδα θρέψας καὶ ἀνδρώσας ἔτι ζῶν ἐπέθηκε τὸ διάδημα καὶ βασιλέα προσηγόρευσεν. ἀλλὰ Καμβύσης ἐξ ἐνυπνίου φοβηθεὶς ὡς βασιλεύσοντα τῆς Ἀσίας τὸν ἀδελφόν, οὐδεμίαν ἀπόδειξιν οὐδ᾽ ἔλεγχον ἀναμείνας ἀπέκτεινεν. ὅθεν ἐξέπεσε τῆς Κύρου διαδοχῆς ἀρχὴ, τελευτήσαντος αὐτοῦ, καὶ τὸ Δαρείου γένος ἐβασίλευσεν, ἀνδρὸς οὐ μόνον ἀδελφοῖς ἀλλὰ καὶ φίλοις ἐπισταμένου κοινωνεῖν πραγμάτων καὶ δυνάμεως

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: