previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον πρότερον ὀρθῶς; ἔχει τῇ εὐνοίᾳ τοὺς ἀδελφούς, εὐθὺς μὲν ἐν τῷ συνδακρύειν καὶ συνάχθεσθαι κοινουμένους; τὸ φιλόστοργον, ὑπονοίας δὲ θεραπόντων καὶ διαβολὰς ἑταίρων 1 ἑτέροις αὑτοὺς 2 προσνεμόντων ἀπωθουμένους, καὶ πιστεύοντας τοῖς τ᾽ ἄλλοις μυθολογοῦσι περὶ τῶν Διοσκόρων 3 τῆς φιλαδελφίας, καὶ ὅτι Πολυδεύκης τὸν καταψιθυρίζοντα τἀδελφοῦ πρὸς αὐτὸν κονδύλῳ παίσας ἀπέκτεινεν. ἐπὶ δὲ τὴν νέμησιν τῶν πατρῴων, μὴ καταγγείλαντας ἀλλήλοις πόλεμον ὥσπερ οἱ πολλοὶ
κλῦθ᾽, Ἀλαλά Πολέμου θύγατερ,
4 ἐκ παρασκευῆς ἀπαντᾶν ἀλλὰ μάλιστα δεῖ τὴν ἡμέραν ἐκείνην φυλαττομένους, ὡς τοῖς μὲν ἔχθρας ἀνηκέστου καὶ διαφορᾶς τοῖς δὲ φιλίας καὶ ὁμονοίας οὖσαν ἀρχήν, μάλιστα μὲν αὐτοὺς καθ᾽ ἑαυτούς, εἰ δὲ μή, φίλου κοινοῦ παρόντος ἀμφοτέροις μάρτυρος εὐγνώμονοςδίκης κλήροις,’ φησιν Πλάτων, 5 τὰ φίλα καὶ προσήκοντα λαμβάνοντας καὶ διδόντας οἴεσθαι τὴν ἐπιμέλειαν νέμεσθαι καὶ τὴν οἰκονομίαν, χρῆσιν δὲ καὶ κτῆσιν ἐν μέσῳ κεῖσθαι κοινὴν καὶ ἀνέμητον ἁπάντων, οἱ δὲ καὶ τίτθας ἀποσπῶντες ἀλλήλων καὶ συντρόφους καὶ συνήθεις παῖδας [p. 256] ὑπερβαλλόμενοι τοῖς διωγμοῖς, 6 ἀπίασιν ἀνδραπόδου τιμὴν πλέον ἔχοντες, τὸ δὲ μέγιστον καὶ τιμιώτατον τῶν πατρῴων, φιλίαν ἀδελφοῦ καὶ πίστιν, ἀπολωλεκότες ἐνίους δὲ καὶ ἀκερδῶς φιλονεικίας ἕνεκα χρησαμένους τοῖς πατρῴοις οὐθὲν ἐπιεικέστερον λαφύροις ἴσμεν. ὧν καὶ Χαρικλῆς καὶ Ἀντίοχος ἦσαν οἱ Ὀπούντιοι: καὶ γὰρ ἔκπωμα διακόψαντες ἀργυροῦν καὶ ἱμάτιον διατεμόντες ἀπῄεσαν, ὥσπερ ἐκ τραγικῆς τινος κατάρας
θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες
7 οἱ δὲ καὶ διηγοῦνται πρὸς ἑτέρους γαυριῶντες, ὅτι τῶν ἀδελφῶν πανουργίᾳ καὶ δριμύτητι καὶ παραλογισμῷ πλέον ἔσχον ἐν τῷ νέμεσθαι, δέον ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἐπιεικείᾳ καὶ χάριτι καὶ ὑπείξει περιγενομένους. ὅθεν ἄξιόν Ἀθηνοδώρου μεμνῆσθαι, καὶ μέμνηνταί γε πάντες παρ᾽ ἡμῖν. ἦν γὰρ ἀδελφὸς πρεσβύτερος αὐτῷ ὄνομα 8 Ξένων, καὶ πολλὰ τῆς οὐσίας ἐπιτροπεύων διεφόρησε: τέλος δ᾽ ἁρπάσας γυναῖκα καὶ καταδικασθεὶς ἀπώλεσε τὴν οὐσίαν, εἰς τὸ Καίσαρος ταμιεῖον ἀναληφθεῖσαν. δ᾽ Ἀθηνόδωρος ἦν μὲν ἔτι μειράκιον οὐδέπω γενειῶν: ἀποδοθέντος δὲ τοῦ μέρους αὐτῷ τῶν χρημάτων, οὐ περιεῖδε τὸν ἀδελφὸν ἀλλ᾽ εἰς μέσον ἅπαντα καταθεὶς ἐνείματο, καὶ πολλὰ περὶ τὴν νέμησιν ἀγνωμονούμενος 9 οὐκ ἠγανάκτησεν οὐδὲ [p. 257] μετενόησεν, ἀλλὰ πράως καὶ ἱλαρῶς 10 ἤνεγκε τἀδελφοῦ 11 τὴν ἄνοιαν , περιβόητον ἐν τῇ Ἑλλάδι γενομένην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: