previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δ᾽ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν
ὅση πέφυκε κἀφ᾽ 1 ὅσον διέρχεται
τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδ᾽ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ [p. 152] ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογ᾽ ἐστίν, ἀλλ᾽ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει: καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες εἰς ἔργον καθίστανται βαλεῖν λαβεῖν ὁρμήσαντος ἄριστα δ᾽ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων
ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης 2, 3
κλαιούσης ἑὸν ἄνδρα παρήμενον: αὐτὰρ Ὀδυσσεὺς
θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
ὀφθαλμοὶ δ᾽ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δ᾽ γε 4 δάκρυα ἔκευθεν. 5
οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. μάλιστα συμβαίνει τοῖς ἐρῶσιν, εἶτ᾽ ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες θυγατρὸς ἠγνοήκασιν ἅμα 6 γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη 7 συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολλάκις καὶ ὄψοις μάλ᾽ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται 8 τὸ [p. 153] λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ ἀνατροπαὶ ναυτιώδεις ἴσχουσι. δέδοικα δὲ μὴ δόξαιμι 9 παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ τῷ λόγῳ περαίνειν, ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς, καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται 10 καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ τὰ ἔθη τῶν χρωμένων. καίτοι καὶ Ζήνωνά φασιν εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητὰςἴωμενεἰπεῖνὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησινἀλλὰ ταῦτ᾽ ἐάσας, ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνὰς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ χρήσιμον ἡμῖν ἐχούσας, Ὁμήρου 11 τ᾽ 12 ἀκούοντες τὸν Ἀχιλλέα λέγοντοςὀτρύνειν ἵππους τε καὶ ἀνέραςἐπὶ τὴν μάχην, ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ πάσχειν ὑπ᾽ αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ ἀποικοῦν οὐδ᾽, ἀπεσχοινισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν πληγαῖς, [p. 154] ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δ᾽ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος: ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν; ποιότης τοῦ ἀλόγου τὸ ἦθος: ὠνόμασται δ᾽ ὅτι 13 τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασινοὔτε γὰρ δυνατὸν οὔτ᾽ ἄμεινον), ἀλλ᾽ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς, ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος: ἐμποιεῖ δὲ τῇ φρονήσει τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν. μὲν οὖν δύναμις ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης: τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ αἰδὼς 14 θάρσος δ᾽ ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγιγνομένη , κακία μὲν ἂν φαύλως δ᾽ ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: