previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη δὲ προϊόντες ἦμεν κατὰ τὸν Ἱέρωνος ἀνδριάντα τοῦ τυράννου: καὶ τῶν μὲν ἄλλων ξένος εἰδὼς ἅπαντα παρεῖχεν ὅμως ὑπ᾽ εὐκολίας ἀκροατὴν αὑτόν: ἀκούσας δ᾽ ὅτι κίων τις ἑστὼς ἄνω χαλκοῦς Ἱέρωνος ἔπεσεν , αὐτομάτως τῆς ἡμέρας ἐκείνης, τὸν Ἱέρωνα συνέβαινεν ἐν Συρακούσαις τελευτᾶν, ἐθαύμασε. κἀγὼ τῶν ὁμοίων ἅμα συνανεμίμνησκον, οἷα δὴ τοῦ Ἱέρωνος 1 μὲν τοῦ Σπαρτιάτου, ὅτι πρὸ τῆς ἐν Λεύκτροις αὐτῷ γενομένης τελευτῆς ἐξέπεσον οἱ ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δ᾽ ἀστέρες ἠφανίσθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας. δ᾽ αὐτοῦ τοῦ 2 Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον. ἐν δὲ τοῖς Σικελικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε χρυσαῖ τοῦ φοίνικος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου κόρακες περιέκοπτον. δὲ Κνιδίων στέφανος, ὃν Φαρσαλίᾳ τῇ ὀρχηστρίδι Φιλόμηλος Φωκέων τύραννος ἐδωρήσατο, μεταστᾶσαν αὐτὴν ἐκ τῆς Ἑλλάδος εἰς τὴν Ἰταλίαν, ἀπώλεσεν ἐν Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος: ὁρμήσαντες γὰρ ἐπὶ τὸν στέφανον οἱ νεανίσκοι καὶ μαχόμενοι περὶ τοῦ χρυσίου πρὸς [p. 37] ἀλλήλους διέσπασαν τὴν ἄνθρωπον. Ἀριστοτέλης 3 μὲν οὖν μόνον Ὅμηρον ἔλεγε κινούμενα ποιεῖν ὀνόματα διὰ τὴν ἐνέργειαν ἐγὼ δὲ φαίην ἂν καὶ τῶν ἀναθημάτων τὰ ἐνταυθοῖ 4 μάλιστα συγκινεῖσθαι καὶ συνεπισημαίνειν τῇ τοῦ θεοῦ προνοίᾳ: καὶ τούτων μέρος μηδὲν εἶναι κενὸν μηδ᾽ ἀναίσθητον, ἀλλὰ πεπλῆσθαι πάντα θειότητος;. καὶ Βόηθοςναίεἶπεν: ‘οὐ γὰρ ἀρκεῖ τὸν θεὸν εἰς σῶμα καθειργνύναι θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν, ὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην δημιουργὸν καὶ ταὐτόματον.’ 5εἶτ᾽ἔφην ἐγώτύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων ἕκαστον ἐοικέναι, 6 καὶ πιθανόν ἐστι τὰς ἀτόμους ἐξολισθεῖν καὶ διαλυθῆναι 7 καὶ παρεγκλῖναι μήτε πρότερον μήθ᾽ ὕστερον, ἀλλὰ 8 κατ᾽ ἐκεῖνον τὸν χρόνον, ἐν τῶν ἀναθέντων ἕκαστος; χεῖρον ἔμελλε πράξειν βέλτιον; καὶ σὲ μὲν Ἐπίκουρος ὠφελεῖ νῦν ὡς ἔοικεν ἀφ᾽ ὧν εἶπεν ἔγραψε πρὸ ἐτῶν τριακοσίων: θεὸς δ᾽, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰς ἅπαντα μηδ᾽ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκοίη κινήσεως ἀρχὴν καὶ πάθους αἰτίαν 9 παρασχεῖν οὐδενὶ τῶν ὄντων;

1 Ἱέρωνος] cf. Xenoph. Hist. Gr. VI 4, 9

2 τοῦ] om. BE et ommiti potest

3 Ἀριστοτέλης] Rhet. III 11. c. Fragm. 130 (ed. Teubner.)

4 τἀνταυθὶ] Abreschius

5 ταὐτόματον *: τὸ αὐτόματον

6 ἐοικέναι] πεποιηκέναι?

7 διαχυθῆναι Usenerus

8 ἀλλὰ] ἀλλ᾽ ?

9 αἰτίαν Leonicus: ἑστίαν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: