previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο 1 τὰς ῥήσεις. χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν. καίτοι μουσηγέτης θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ καλὸν 2 τῆς περὶ μέλη καὶ ᾠδὰς εὐφωνίας 3 μετεῖναι, καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι: ‘τοὺς δὲ πολλοὺς τῶν χρησμῶν ὁρῶμεν 4 καὶ τοῖς μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους.’ παρὼν οὖν [p. 33] Ἀθήνηθεν ποιητὴς Σαραπίων 5εἶτ᾽ἔφηταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι, τολμῶμεν 6 αὖ πάλιν, ὡς λείπεται 7 κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν, καὶ οὐ 8 χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν 9 κρίσιν προκατειλημμένην ὑπὸ φαύλης συνηθείαςὑπολαβὼν οὖν Βόηθος γεωμέτρης οἶσθα γὰρ τὸν ἄνδρα μεταταττόμενον ἢδη πρὸς τὸν Ἐπίκουρον᾽ ‘, ἆρ᾽ οὖνἔφητὸ τοῦ ζωγράφου Παύσωνος ἀκήκοας;’ ‘ οὐκ ἔγωγ᾽εἶπεν Σαραπίων. ‘ἀλλὰ μὴν ἄξιον. ἐκλαβὼν γὰρ ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι τρέχοντ᾽ ἔγραψεν. ἀγανακτοῦντος δὲ τάνθρώπου, γελάσας Παύσων κατέστρεψε τὸν πίνακα: καὶ γενομένων ἄνω τῶν κάτω, πάλιν ἵππος τρέχων ἀλλ᾽ ἀλινδούμενος ἐφαίνετο. τοῦτό φησιν Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστρέφωσι. 10 διὸ καὶ τοὺς χρησμοὺς; ἔνιοι φήσουσιν εὖ καὶ καλῶς 11 ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν: ἄλλοι 12 τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχουσιν. ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ: τὸ δ᾽ οὐκ εὖ τὰ ἔπη 13 πεποιῆσθαι 14 τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ δήπουθεν, φίλε Σαραπίων,’ εἶπεν, ‘ἐναργές; ἐστι. ποιήματα γὰρ 15 γράφεις τοῖς μὲν πράγμασι φιλοσόφως καὶ αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ κατασκευῇ τῇ 16 περὶ λέξιν [p. 34] ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον τοῖς ὑπὸ τῆς Πυθίας ἐκφερομένοις.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: