previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι. τοῖς μὲν οὖν τότε πολλὴν ἔδει 1 μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ 2 δυσεξεύρετοι μακρὰν 3 ἀπαίρουσι τῆς Ἑλλάδος. ἴστε γὰρ τὸν 4 χῖον καὶ Κρήτινον καὶ ... 5 Νήσιχον καὶ Φάλανθον, 6 ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευρεῖν τὴν διδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν: ὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος. 7 ἔδοξε 8 γὰρ ἐκπεσεῖν οὐ καταλαβὼν ἐφ᾽ ὃν ἐπέμφθη τόπον: εἶθ᾽ ἧκε δεύτερον ποτνιώμενος. ὑπειπὼν οὖν θεὸς [p. 64]
αἰ τὺ ἐμεῦ Λιβύαν 9 μαλοτρόφον οἶσθας ἄρειον, 10
μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ:
οὕτω πάλιν αὐτὸν ἐξέπεμψε. Λύσανδρος δὲ καὶ παντάπασιν ἀγνοήσας τὸν Ὀρχαλίδην 11 λόφον καὶ Ἀλώπεκον 12 προσαγορευόμενον καὶ τὸν Ὁπλίτην ποταμὸν
γῆς τε δράκονθ᾽ 13 υἱὸν δόλιον κατόπισθεν ἰόντα,
μάχῃ κρατηθεὶς ἔπεσεν ἐν τοῖς τόποις ἐκείνοις ὑπὸ Νεοχώρου Ἁλιαρτίου 14 ἀνδρὸς ἀσπίδα φοροῦντος ἐπίσημον ὄφιν ἔχουσαν. ἄλλα δὲ τοιαῦτα πολλὰ δυσκάθεκτα καὶ δυσμνημόνευτα τῶν παλαιῶν διεξιέναι πρὸς ὑμᾶς εἰδότας οὐκ ἀναγκαῖόν ἐστι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: