previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ αὖθις ἄξιον μέν ἐστι διὰ μακροτέρων εἰπεῖν τι καὶ πυθέσθαι περὶ τούτων, τὰ δὲ νῦν ἐν βραχεῖ μαθόντες διαμνημονεύωμεν ὡς σῶμα μὲν ὀργάνοις χρῆται πολλοῖς αὐτῷ δὲ σώματι ψυχὴ καὶ μέρεσι τοῖς σώματος ψυχὴ δ᾽ ὄργανον θεοῦ γέγονεν ὀργάνου δ᾽ ἀρετὴ μάλιστα μιμεῖσθαι τὸ χρώμενον πέφυκε δυνάμει καὶ παρέχειν τὸ ἔργον αὐτοῦ τοῦ 1 νοήματος ἐν αὐτῷ δυναμένη, 2 δεικνύναι δ᾽ οὐχ οἷον ἐν τῷ δημιουργῷ καθαρὸν καὶ ἀπαθὲς καὶ ἀναμάρτητον, ἀλλὰ μεμιγμένον πολλῷ τῷ ἀλλοτρίῳ: 3 καθ᾽ ἑαυτὸ γὰρ ἄδηλον ἡμῖν, ἕτερον δὲ καὶ δι᾽ ἑτέρου φαινόμενον ἀναπίμπλαται τῆς ἐκείνου φύσεως. [p. 54] καὶ κηρὸν μὲν ἐῶ καὶ χρυσὸν ἄργυρόν τε καὶ χαλκόν, ὅσα τ᾽ ἄλλα πλαττομένης οὐσίας εἴδη δέχεται μὲν ἰδέαν μίαν ἐκτυπουμένης ὁμοιότητος, ἄλλο δ᾽ ἄλλην ἀφ᾽ ἑαυτοῦ τῷ μιμήματι διαφορὰν προστίθησι καὶ τὰς ἐν κατόπτροις ἐπιπέδοις τε καὶ κοίλοις καὶ περιηγέσι 4 φασμάτων καὶ εἰδώλων ἀφ᾽ ἑνὸς εἴδους μυρίας παρατυπώσεις. καὶ γάρ εἰσι ... 5 οὐδὲν οὔτε μᾶλλον τὴν 6 ἰδέαν ἔοικεν οὔτε ὡς ὄργανον 7 χρῆσθαι φύσει γέγονεν εὐπειθέστερον σελήνης: λαμβάνουσα δὲ παρ᾽ ἡλίου τὸ λαμπρὸν καὶ πυρωπὸν οὐχ ὅμοιον ἀποπέμπει πρὸς ἡμᾶς, ἀλλὰ μιχθὲν αὐτῇ καὶ χρόαν μετέβαλε καὶ δύναμιν ἔσχεν ἑτέραν: δὲ θερμότης καὶ παντάπασιν ἐξοίχεται καὶ προλέλοιπε τὸ φῶς ὑπ᾽ ἀσθενείας. οἶμαι δὲ σὲ 8 γιγνώσκειν τὸ παρ᾽ Ἡρακλείτῳ 9 λεγόμενον ὡς 10 ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.’ πρόσλαβε δὲ τούτοις εὖ λεγομένοις καὶ νόησον τὸν ἐνταῦθα θεὸν χρώμενον τῇ Πυθίᾳ πρὸς ἀκοήν, καθὼς ἥλιος χρῆται σελήνῃ πρὸς ὄψιν: 11 δείκνυσι μὲν γὰρ καὶ ἀναφαίνει τὰς αὑτοῦ νοήσεις, μεμιγμένας δὲ δείκνυσι διὰ σώματος θνητοῦ καὶ ψυχῆς 12 ἡσυχίαν ἄγειν μὴ δυναμένης 13 μηδὲ 14 τῷ κινοῦντι παρέχειν ἑαυτὴν ἀκίνητον ἐξ αὑτῆς καὶ καθεστῶσαν, ἀλλ᾽ [p. 55] ὥσπερ ἐν σάλῳ ψοφοῦσαν 15 καὶ συμπλεκομένην τοῖς ἐν αὑτῇ 16 κινήμασι καὶ πάθεσιν ἐπιταράττουσιν 17 αὐτήν. ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα κύκλῳ καταφερομένων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν ὑπ᾽ ἀνάγκης φερομένων κάτω δὲ φύσει ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός, οὕτως καλούμενος ἐνθουσιασμὸς ἔοικε μῖξις εἶναι κινήσεων δυοῖν, τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα τὴν δ᾽ ὡς πέφυκε κινουμένης. ὅπου γὰρ ἀψύχοις σώμασι καὶ κατὰ ταὐτὰ μονίμοις οὐκ ἔστι χρήσασθαι παρ᾽ πέφυκε βιαζόμενον, οὐδὲ κινῆσαι σφαιρικῶς κύλινδρον κυβικῶς 18 λύραν αὐλητικῶς σάλπιγγα κιθαριστικῶς: ἀλλ᾽ οὐχ ἕτερον 19 ὡς ἔοικε τὸ τεχνικῶς ἑκάστῳ χρῆσθαι καὶ ὡς πέφυκεν: ἦπου τὸ ἔμψυχον καὶ αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις κατὰ τὴν ἐν αὐτῷ 20 προϋπάρχουσαν ἕξιν δύναμιν φύσιν μεταχειρίσαιτο, μουσικῶς κινῶν 21 νοῦν ἄμουσον γραμματικῶς τὸν ἀγράμματον λογίως τὸν ἐν λόγοις ἀθεώρητον καὶ ἀνάσκητον; οὐκ ἔστιν εἰπεῖν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: