previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑπολαβὼν δ᾽ Θέωνἀλλὰ ταῦτα μένεἶπεμεγάλας ἔσχηκε τῷ ὄντι παραλλαγὰς καὶ καινοτομίας τῶν δ᾽ ἐνταῦθα πολλοὺς ἴσμεν 1 χρησοὺς καὶ τότε καταλογάδην ἐκφερομένους καὶ περὶ πραγμάτων οὐ τῶν τυχόντων: Λακεδαιμονίοις τε γάρ, ὡς Θουκυδίδης 2 ἱστόρηκε, περὶ τοῦ πρὸς Ἀθηναίους πολέμου χρωμένοις ἀνεῖλε νίκην καὶ κράτος, 3 καὶ βοηθήσειν αὐτὸς καὶ παρακαλούμενος καὶ ἀπαράκλητος: 4 καὶ Παυσανίαν 5 εἰ μὴ καταγάγοιενἀργυρέᾳ εὐλάκᾳ 6 εὐλάξειν 7Ἀθηναίοις δὲ περὶ τῆς ἐν Σικελίᾳ [p. 51] μαντευομένοις στρατιᾶς προσέταξε τὴν ἐξ Ἐρυθρῶν ἱέρειαν ἀνάγειν τῆς Ἀθηνᾶς: ἐκαλεῖτο δ᾽ Ἡσυχία τὸ γύναιον. Δεινομένους δὲ τοῦ Σικελιώτου μαντευομένου περὶ τῶν υἱέων, ἀνεῖλεν ὡς οἱ τρεῖς τυραννήσοιεν: ὑποτυχόντος δὲ τοῦ Δεινομένουςοἰμωξόμενοί γ᾽ δέσποτ᾽ Ἄπολλον,’ καὶ τοῦθ᾽ οἱ 8 ἔφη διδόναι καὶ προσαναιρεῖν; ἴστε τοίνυν, ὅτι Γέλων μὲν ὑδρωπιῶν Ἱέρων δὲ λιθιῶν ἐτυράννησεν δὲ τρίτος Θρασύβουλος ἐν στάσεσι καὶ πολέμοις γενόμενος χρόνον οὐ πολὺν ἐξέπεσε τῆς ἀρχῆς. Προκλῆς τοίνυν Ἐπιδαύρου τύραννος ἄλλους τε πολλοὺς ὠμῶς καὶ παρανόμως ἀνεῖλε καὶ Τίμαρχον ἀπ᾽ Ἀθηνῶν παραγενόμενον μετὰ χρημάτων πρὸς αὐτὸν ὑποδεξάμενος καὶ φιλοφρονηθεὶς ἀπέκτεινε, καὶ τὸ σῶμα κατεπόντισεν ἐμβαλὼν εἰς φορμόν: ἔπραξε δὲ ταῦτα διὰ Κλεάνδρου τοῦ Αἰγινήτου, τῶν ἄλλων ἀγνοούντων. ὕστερον δὲ τῶν πραγμάτων αὐτῷ ταραττομένων, ἔπεμψεν ἐνταῦθα Κλεότιμον τὸν ἀδελφὸν ἐν ἀπορρήτῳ μαντευσόμενον περὶ φυγῆς αὐτοῦ καὶ μεταστάσεως. ἀνεῖλεν οὖν θεὸς διδόναι Προκλεῖ φυγὴν καὶ μετάστασιν, ὅπου τὸν φορμὸν ἐκέλευσε καταθέσθαι τὸν Αἰγινήτην ξένον ὅπου τὸ κέρας; ἀποβάλλει ἔλαφος. συνεὶς οὖν τύραννος, ὅτι κελεύει καταποντίζειν αὑτὸν κατορύττειν θεὸςοἱ γὰρ ἔλαφοι κατορύττουσι καὶ ἀφανίζουσι κατὰ τῆς γῆς ὅταν ἐκπέσῃ τὸ κέρας), ἐπέσχεν ὀλίγον χρόνον, εἶτα τῶν πραγμάτων παντάπασι μοχθηρῶν [p. 52] γενομένων, ἐξέπεσε. λαβόντες δ᾽ αὐτὸν οἱ τοῦ Τιμάρχου φίλοι καὶ διαφθείραντες ἐξέβαλον τὸν νεκρὸν εἰς τὴν θάλασσαν. δ᾽ ἐστὶ μέγιστον, αἱ ῥῆτραι, δι᾽ ὧν ἐκόσμησε τὴν Λακεδαιμονίων πολιτείαν Λυκοῦργος, ἐδόθησαν αὐτῷ καταλογάδην. Ἀλυρίου 9 τοίνυν καὶ Ἡροδότου καὶ Φιλοχόρου καὶ Ἴστρου, τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλοτιμηθέντων συναγαγεῖν, ἄνευ μέτρου χρησμοὺς γεγραφότων, Θεόπομπος οὐδενὸς ἧττον ἀνθρώπων ἐσπουδακὼς περὶ: τὸ χρηστήριον, ἰσχυρῶς ἐπιτετίμηκε τοῖς μὴ νομίζουσι κατὰ τὸν τότε χρόνον ἔμμετρα τὴν Πυθίαν θεσπίζειν: εἶτα τοῦτο βουλόμενος ἀποδεῖξαι, παντάπασιν ὀλίγων χρησμῶν ηὐπόρηκεν, ὡς τῶν ἄλλων 10 καὶ τότ᾽ ἤδη καταλογάδην ἐκφερομένων. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: