Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μετὰ τὴν Ἰλίου ἅλωσιν Ἀγαμέμνων μετὰ Κασάνδρας
ἀνῃρέθη. Ὀρέστης δὲ παρὰ Στροφίῳ ἀνατραφεὶς τοὺς φονεῖς; τοῦ πατρὸς
ἐτιμωρήσατο: ὡς Πύρανδρος 1 ἐν τετάρτῳ
Πελοποννησιακῶν. [p. 380]
Φάβιος Φαβρικιανὸς τοῦ μεγάλου συγγενὴς Φαβίου,
πορθήσας Τούξιον 2 μητρόπολιν Σαυνιτῶν, τὴν παρ᾽ αὐτοῖς τιμωμένην νικηφόρον
Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου τοὔνομα Πετρωνίου
Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελφὸν ἔτι νήπιον
Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο καὶ ἔπεμψε κρύφα τραφησόμενον. ἀκμάσας
δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου ὡς ἱστορεῖ
Δοσίθεος 3 ἐν τρίτῳ Ἰταλικῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.