Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐρεχθεύς πρὸς Εὔμολπον πολεμῶν ἔμαθε νικῆσαι, 1
ἐὰν τὴν θυγατέρα προθύσῃ, καὶ συγκοινωνήσας τῇ γυναικὶ Πραξιθέᾳ
προέθυσε τὴν παῖδα. μέμνηται Εὐριπίδης ἐν
Ἐρεχθεῖ. 2 Μάριος πρὸς Κίμβρους πόλεμον ἔχων καὶ
ἡττώμενος ὄναρ εἶδεν, ὅτι νικήσει, ἐὰν τὴν θυγατέρα προθύσῃ ἦν δ᾽
αὐτῷ Καλπουρνία: προκρίνας δὲ τῆς φύσεως τοὺς πολίτας ἔδρασε καὶ
ἐνίκησε. καὶ ἔτι καὶ νῦν βωμοὶ εἰσὶ δύο
ἐν Γερμανίᾳ, οἳ κατ᾽
ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν: ὡς Δωρόθεος 3 ἐν τετάρτῳ
Ἰταλικῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.