Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἄρης Ἀλθαίᾳ συνῆλθε καὶ Μελέαγρον ποιήσας 1 ὡς
Εὐριπίδης ἐν Μελεάγρῳ. 2 Σεπτίμιός Μάρκελλος
γήμας Σιλουίαν τὰ πολλὰ κυνηγίῳ προσέκειτο: 3 τὴν δὲ νεόνυμφον ἐν
σχήματι ποιμένος Ἄρης βιασάμενος ἐγκύμονα
ἐποίησε, καὶ ὡμολόγησεν ὅστις ἦν καὶ δόρυ ἔδωκε, τὴν γένεσιν τοῦ
μέλλοντος τίκτεσθαι φάσκων ἐν αὐτῷ ἀποκεῖσθαι. ἀπέκτεινε γοῦν Σεπτίμιος
Τουσκῖνον. Μάμερκος δὲ ὑπὲρ εὐκαρπίας θύων θεοῖς μόνης ἠμέλησε
Δήμητρος. ἡ δὲ κάπρον ἔπεμψε. συναθροίσας
δὲ πολλοὺς ἐκεῖνος κυνηγέτας ἀνεῖλε, καὶ τὴν κεφαλὴν καὶ τὸ δέρος τῇ
κατηγγυημένῃ γυναικὶ κατεχώρησε, Σκυμβράτης δὲ καὶ Μουθίας οἱ μητράδελφοι
περιείλοντο τῆς κόρης. ἀγανακτήσας δ᾽ ἀνεῖλε τοὺς συγγενεῖς: ἡ δὲ μήτηρ τὸ δόρυ κατέκαυσεν ὡς Μένυλλος 4 ἐν
τρίτῳ Ἰταλικῶν.
1 lac. 24 fere litt. in E
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.