previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ πρέσβεων παραγενομένων, οἱ Κορίνθιοι, κήδεσθαι μὲν ἀεὶ τῶν ἀποικίδων πόλεων καὶ μάλιστα τῆς Συρακουσίων εἰωθότες, οὐδενὸς δ᾽ αὐτοὺς τότε τῶν Ἑλληνικῶν κατὰ τύχην παρενοχλοῦντος, ἀλλ᾽ ἐν εἰρήνῃ καὶ σχολῇ διάγοντες, ἐψηφίσαντο προθύμως βοηθεῖν. ζητουμένου δὲ στρατηγοῦ καὶ τῶν ἀρχόντων γραφόντων καὶ προβαλλομένων τοὺς εὐδοκιμεῖν ἐν τῇ πόλει σπουδάζοντας, εἷς ἐκ τῶν πολλῶν ἀναστὰς ὠνόμασε Τιμολέοντα τὸν Τιμοδήμου, μήτε προσιόντα τοῖς κοινοῖς ἔτι μήτε ἐλπίδος τοιαύτης γενόμενον προαιρέσεως, [2] ἀλλὰ θεοῦ τινος, ὡς ἔοικεν, εἷς νοῦν ἐμβαλόντος τῷ ἀνθρώπῳ: τοσαύτη καὶ περὶ τὴν αἵρεσιν εὐθὺς ἔλαμψε τύχης εὐμένεια καὶ ταῖς ἄλλαις πράξεσιν ἐπηκολούθησε χάρις ἐπικοσμοῦσα τὴν ἀρετὴν τοῦ ἀνδρός.

ἦν μὲν οὖν γονέων ἐπιφανῶν ἐν τῇ πόλει, Τιμοδήμου καὶ Δημαρίστης, φιλόπατρις δὲ καὶ πρᾷος διαφερόντως ὅσα μὴ σφόδρα μισοτύραννος εἶναι καὶ μισοπόνηρος. [3] ἐν δὲ τοῖς πολέμοις οὕτω [p. 268] καλῶς καὶ ὁμαλῶς ἐκέκρατο τὴν φύσιν ὥστε πολλὴν μὲν ἐν νέῳ σύνεσιν, οὐκ ἐλάττω δὲ γηρῶντος ἀνδρείαν ἐπιφαίνεσθαι ταῖς πράξεσιν. ἀδελφὸν δ᾽ εἶχε Τιμοφάνην, πρεσβύτερον, οὐδὲν αὐτῷ προσόμοιον, ἀλλ᾽ ἔμπληκτον καὶ διεφθαρμένον ἔρωτι μοναρχίας ὑπὸ φίλων φαύλων καὶ ξένων στρατιωτικῶν ἀεὶ περὶ αὐτὸν ὄντων, ἔχειν τι δοκοῦντα ῥαγδαῖον ἐν ταῖς στρατείαις καὶ φιλοκίνδυνον. [4] καὶ τοὺς πολίτας προσαγόμενος ὡς ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφ᾽ ἡγεμονιῶν ἐτάττετο. καὶ πρὸς ταῦτα Τιμολέων αὐτῷ συνήργει, τὰ μὲν ἁμαρτήματα παντάπασιν ἀποκρύπτων μικρὰ φαίνεσθαι ποιῶν, δ᾽ φύσις ἐξέφερεν ἀστεῖα κατακοσμῶν καὶ συναύξων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: