previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δὲ Διονυσίου δυστυχίας παραλόγου φανείσης οὐχ ἧττον Τιμολέοντος εὐτυχία τὸ θαυμαστὸν ἔσχεν. ἐπιβὰς γὰρ Σικελίας ἐν ἡμέραις πεντήκοντα τήν τ᾽ ἀκρόπολιν τῶν Συρακουσῶν παρέλαβε καὶ Διονύσιον εἰς Πελοπόννησον ἐξέπεμψεν. ὅθεν ἐπιρρωσθέντες οἱ Κορίνθιοι πέμπουσιν αὐτῷ δισχιλίους ὁπλίτας καὶ διακοσίους [2] ἱππεῖς, οἳ κομισθέντες ἄχρι Θουρίων τήν ἐκεῖθεν περαίωσιν ὑπὸ Καρχηδονίων πολλαῖς ναυσὶ κατεχομένης τῆς θαλάττης ἄπορον ὁρῶντες, ὡς ἦν ἀνάγκη καιρὸν περιμένοντας ἀτρεμεῖν αὐτόθι, πρὸς κάλλιστον ἔργον ἀπεχρήσαντο τῇ σχολῇ. Θουρίων γὰρ ἐπὶ Βρεττίους στρατευόντων τήν πόλιν παραλαβόντες ὥσπερ πατρίδα καθαρῶς καὶ πιστῶς διεφύλαξαν.

[3] δ᾽ Ἱκέτης τήν μὲν ἀκρόπολιν τῶν Συρακουσῶν ἐπολιόρκει καὶ σῖτον ἐκώλυεν εἰσπλεῖν τοῖς Κορινθίοις, Τιμολέοντι δὲ δύο ξένους παρασκευάσας δολοφονήσοντας αὐτὸν ὑπέπεμψεν εἰς Ἀδρανόν, οὔτε ἄλλως περὶ τὸ σῶμα συντεταγμένην [p. 300] ἔχοντι φυλακήν, καὶ τότε παντάπασι διὰ τὸν θεὸν ἀνειμένως καὶ ἀνυπόπτως σχολάζοντι μετὰ τῶν Ἀδρανιτῶν. οἱ δὲ πεμφθέντες κατὰ τύχην πυθόμενοι μέλλοντα θύειν αὐτόν, ἧκον εἰς τὸ ἱερόν ὑπὸ τοῖς ἱματίοις ἐγχειρίδια κομίζοντες, καὶ τοῖς περιεστῶσι τὸν βωμὸν ἀναμιχθέντες, ἐγγυτέρω κατὰ μικρὸν ἐπεχείρουν. [4] καὶ ὅσον οὔπω παρακελευομένων ἀλλήλοις ἐνάρχεσθαι παίει τις αὐτῶν τὸν ἕτερον κατὰ τῆς κεφαλῆς ξίφει, καὶ πεσόντος οὔθ᾽ παίσας ἔμεινεν οὔδ᾽ μετὰ τοῦ πληγέντος ἥκων, ἀλλ᾽ ἐκεῖνος μὲν, ὥσπερ εἶχε τὸ ξίφος, φεύγων πρός τινα πέτραν ὑψηλὴν ἀνεπήδησεν, ἅτερος δὲ τοῦ βωμοῦ λαβόμενος ἄδειαν ᾐτεῖτο παρὰ τοῦ Τιμολέοντος ἐπὶ τῷ πάντα μηνῦσαι. καὶ λαβὼν ἐμήνυσε καθ᾽ αὑτοῦ καὶ κατὰ τοῦ τεθνηκότος ὡς πεμφθεῖεν ἐκεῖνον ἀποκτενοῦντες. [5] ἐν τούτῳ δὲ καὶ τὸν ἀπὸ τῆς πέτρας κατῆγον ἕτεροι, βοῶντα μηδὲν ἀδικεῖν, ἀλλ᾽ ἀνῃρηκέναι δικαίως τὸν ἄνθρωπον ὑπὲρ πατρὸς τεθνηκότος, ὃν ἐκεῖνος ἀπεκτονήκοι πρότερον ἐν Λεοντίνοις. καὶ μαρτυροῦντας εἶχεν ἐνίους τῶν παρόντων, θαυμάζοντας ἅμα τῆς τύχης τήν εὐμηχανίαν, ὡς δι᾽ ἑτέρων ἕτερα κινοῦσα καὶ συνάγουσα πάντα πόρρωθεν καὶ συγκαταπλέκουσα τοῖς πλεῖστον διαφέρειν δοκοῦσι καὶ μηδὲν ἔχειν πρὸς ἄλληλα κοινόν ἀεὶ τοῖς ἀλλήλων χρῆται καὶ τέλεσι καὶ ἀρχαῖς.

[6] τὸν μὲν οὖν ἄνθρωπον ἐστεφάνωσαν οἱ [p. 302] Κορίνθιοι δέκα μναῖς, ὅτι τῷ φυλάττοντι δαίμονι τὸν Τιμολέοντα πάθος ἔχρησε δίκαιον καὶ τὸν ἐκ πολλοῦ παρόντα θυμὸν αὐτῷ πρότερον οὐ κατανάλωσεν, ἀλλὰ μετ᾽ αἰτίας ἰδίας πρὸς τήν ἐκείνου σωτηρίαν ἀπὸ τύχης διετήρησεν. δ᾽ εἰς τὸν παρόντα καιρὸν εὐτυχία καὶ πρὸς τὰ μέλλοντα ταῖς ἐλπίσιν ἐπῆρεν ὁρῶντας ὡς ἱερὸν ἄνδρα καὶ σὺν θεῷ τιμωρὸν ἥκοντα τῇ Σικελίᾳ, τὸν Τιμολέοντα σέβεσθαι καὶ φυλάττειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: