previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν τούτῳ δὲ Καρχηδόνιοι καταπλέουσιν εἰς τὸ Λιλύβαιον ἄγοντες ἑπτὰ μυριάδας στρατοῦ καὶ τριήρεις διακοσίας καὶ πλοῖα χίλια κομίζοντα μηχανὰς καὶ τέθριππα καὶ σῖτον ἄφθονον καὶ τὴν ἄλλην παρασκευήν, ὡς οὐκέτι ποιησόμενοι κατὰ μέρος τὸν πόλεμον, ἀλλ᾽ ὁμοῦ πάσης Σικελίας ἐξελάσοντες τοὺς Ἕλληνας: ἦν γὰρ δύναμις ἐπαρκοῦσα καὶ μὴ νοσοῦντας μηδὲ διεφθαρμένους ὑπ᾽ ἀλλήλων συλλαβέσθαι Σικελιώτας. [2] πυθόμενοι δὲ πορθεῖσθαι τὴν ἐπικράτειαν αὐτῶν, εὐθὺς ὀργῇ πρὸς τοὺς Κορινθίους ἐχώρουν Ἀσδρούβα τε καὶ Ἀμίλκα στρατηγούντων. τῆς δὲ ἀγγελίας ὀξέως εἰς Συρακούσας ἀφικομένης οὕτω κατεπλάγησαν οἱ Συρακούσιοι πρὸς τὸ μέγεθος τῆς δυνάμεως ὥστε μόλις τῷ Τιμολέοντι τρισχιλίους ἀπὸ τοσούτων μυριάδων ὅπλα [p. 322] λαβόντας τολμῆσαι συνεξελθεῖν. [3] οἱ δὲ μισθοφόροι τετρακισχίλιοι τὸ πλῆθος ἦσαν καὶ τούτων αὖθις ὅσον χίλιοι καθ᾽ ὁδὸν ἀποδειλιάσαντες ἀνεχώρησαν, ὡς οὐχ ὑγιαίνοντος τοῦ Τιμολέοντος, ἀλλὰ μαινομένου παρ᾽ ἡλικίαν καὶ πρὸς ἑπτὰ μυριάδας πολεμίων μετὰ πεντακισχιλίων πεζῶν καὶ χιλίων ἱππέων βαδίζοντος, καὶ διαρτῶντος ὁδὸν ἡμερῶν ὀκτὼ τὴν δύναμιν ἀπὸ τῶν Συρακουσῶν, ὅθεν οὔτε σωθῆναι τοῖς φεύγουσιν οὔτε ταφῆναι τοῖς πεσοῦσιν αὐτῶν ὑπάρξει, [4] τούτους μὲν οὖν Τιμολέων κέρδος ἡγεῖτο πρὸ τῆς μάχης φανεροὺς γεγονότας, τοὺς δὲ ἄλλους ἐπιρρώσας κατὰ τάχος ἦγε πρὸς τὸν Κρίμησον ποταμόν, ὅπου καὶ τοὺς Καρχηδονίους ἤκουσε συνάπτειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: