previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δὲ οὐ πολὺ διάστημα ἀπὸ τοῦ κήπου πρὸς τὸ τεῖχος καὶ τὸν πύργον, ἐν κύων μέγας ἐφρούρει θηρατικός. αὐτὸς μὲν οὖν οὐκ ᾔσθετο τὴν ἔφοδον, εἴτε φύσει νωθὴς ὢν, εἴτε μεθ᾽ ἡμέραν κατάκοπος γεγονώς. τῶν δὲ τοῦ κηπουροῦ κυναρίων κάτωθεν ἐκκαλουμένων αὐτόν ὑπεφθέγγετο τυφλὸν καὶ ἄσημον τὸ πρῶτον, εἶτα μᾶλλον ἐπέτεινε παρερχομένων: [2] καὶ κατεῖχεν ἤδη πολὺς ὑλαγμὸς τὸ χωρίον, ὥστε τὸν πέραν φύλακα κραυγῇ μεγάλῃ πυνθάνεσθαι τοῦ κυνηγοῦ, πρός τίνα τραχέως οὕτως κύων ὑλακτεῖ, καὶ μή τι [p. 18] γίνεται καινότερον. δ᾽ ἀπὸ τοῦ πύργου αὐτῷ1 ἀντεφώνησε μηδὲν εἶναι δεινόν, ἀλλὰ τὸν κύνα πρὸς τὸ φῶς τῶν τειχοφυλάκων καὶ τὸν ψόφον τοῦ κώδωνος παρωξύνθαι. [3] τοῦτο μάλιστα τοὺς Ἀράτου στρατιώτας ἐπέρρωσεν, οἰομένους τὸν κυνηγὸν ἐπικρύπτειν κοινωνοῦντα τῇ πράξει, εἶναι δὲ πολλοὺς καὶ ἄλλους ἐν τῇ πόλει τοὺς συνεργοῦντας. οὐ μὴν ἀλλὰ τῷ τείχει προσβαλόντων χαλεπὸς ἦν κίνδυνος καὶ μῆκος ἐλάμβανε, τῶν κλιμάκων κραδαινομένων εἰ μὴ καθ᾽ ἕνα καὶ σχολαίως ἀναβαίνοιεν δὲ ὥρα κατήπειγεν, ἤδη φθεγγομένων ἀλεκτρυόνων, καὶ ὅσον οὔπω τῶν ἐξ ἀγροῦ τι φέρειν εἰωθότων πρὸς ἀγορὰν ἐπερχομένων, [4] διὸ καὶ σπεύδων Ἄρατος ἀνέβαινε, τεσσαράκοντα τῶν πάντων ἀναβεβηκότων πρὸ αὐτοῦ: καὶ προσδεξάμενος ἔτι τῶν κάτωθεν ὀλίγους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου καὶ τὸ στρατήγιον ἀνῆλθεν ἐνταῦθα γὰρ οἱ μισθοφόροι παρενυκτέρευον. ἄφνω δὲ ἐπιπεσὼν αὐτοῖς καὶ συλλαβὼν ἅπαντας, οὐδένα δὲ ἀποκτείνας, εὐθὺς διεπέμπετο πρὸς τοὺς φίλους ἀνακαλούμενος . ἕκαστον ἀπ᾽ οἰκίας. [5] καὶ συνδραμόντων πανταχόθεν, ἡμέρα μὲν ὑπέλαμπεν ἤδη καὶ τὸ θέατρον ἦν ὄχλου μεστόν, ἔτι πρὸς τὴν ἄδηλον αἰωρουμένων φήμην καὶ σαφὲς οὐδὲν εἰδότων ὑπὲρ τῶν πραττομένων, πρίν γε δὴ προελθὼν κῆρυξ εἶπεν ὡς Ἄρατος Κλεινίου παρακαλεῖ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν.

1 ἀπὸ ... αὐτῷ bracketed by Sint.2; Ziegler reads πρὸς αὐτόν, with Stephanus.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: