previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀπέβαλον δ᾽ οὖν οἱ Ἀχαιοὶ τὴν Μαντίνειαν, πάλιν ἑλόντος αὐτὴν τοῦ Κλεομένους, καὶ μάχῃ μεγάλῃ περὶ τὸ Ἑκατόμβαιον ἡττηθέντες οὕτω κατεπλάγησαν ὥστε πέμπειν εὐθὺς ἐφ᾽ ἡγεμονίᾳ τὸν Κλεομένη καλοῦντες εἰς Ἄργος, [2] δὲ Ἄρατος ὡς ᾔσθετο βαδίζοντα καὶ περὶ Λέρναν ὄντα μετὰ τῆς δυνάμεως, φοβηθεὶς ἀπέστελλε πρέσβεις τοὺς ἀξιοῦντας ὡς παρὰ φίλους καὶ συμμάχους αὐτὸν ἥκειν μετὰ τριακοσίων, εἰ δὲ ἀπιστεῖ, λαβεῖν ὁμήρους, ταῦτα ὕβριν εἶναι καὶ χλευασμὸν αὑτοῦ φήσας Κλεομένης ἀνέζευξεν, ἐπιστολὴν γράψας τοῖς Ἀχαιοῖς ἐγκλήματα πολλὰ κατὰ τοῦ Ἀράτου καὶ διαβολὰς ἔχουσαν. [3] ἔγραφε δὲ κἀκεῖνος ἐπιστολὰς κατὰ τοῦ Κλεομένους: καὶ ἐφέροντο λοιδορίαι καὶ βλασφημίαι μέχρι γάμων καὶ γυναικῶν ἀλλήλους κακῶς λεγόντων.

ἐκ τούτου κήρυκα πέμψας Κλεομένης πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς, μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας διὰ προδοσίας, ἐγγύθεν1 δὲ ἀποτραπεὶς Πελλήνῃ προσέβαλε καὶ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκπεσόντος ἔσχε τὴν πόλιν. ὀλίγῳ δὲ ὕστερον καὶ Φενεὸν ἔλαβε καὶ Πεντέλειον. [4] εἶτ᾽ εὐθὺς Ἀργεῖοι προσεχώρησαν αὐτῷ καὶ Φλιάσιοι φρουρὰν ἐδέξαντο: καὶ ὅλως οὐδὲν ἔτι τῶν ἐπικτήτων βέβαιον ἦν [p. 92] τοῖς Ἀχαιοῖς, ἀλλὰ θόρυβος πολὺς ἄφνω περιειστήκει τὸν Ἄρατον, ὁρῶντα τὴν Πελοπόννησον κραδαινομένην καὶ τὰς πόλεις ἐξανισταμένας ὑπὸ τῶν νεωτεριζόντων πανταχόθεν.

1 ἔγγυθεν Bekker reads ἐκεῖθεν, with the Aldine.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PHE´NEUS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: