previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ ἀσφαλῶς ἐδόκει πάντα ἔχειν, κατέβαινεν εἰς τὸ θέατρον ἀπὸ τῆς ἄκρας, πλήθους [p. 52] ἀπείρου συρρέοντος ἐπιθυμίᾳ τῆς τε ὄψεως αὐτοῦ καὶ τῶν λόγων οἷς ἔμελλε χρῆσθαι πρὸς τοὺς Κορινθίους. [2] ἐπιστήσας δὲ ταῖς παρόδοις ἑκατέρωθεν τοὺς Ἀχαιούς, αὐτὸς ἀπὸ τῆς σκηνῆς εἰς μέσον προῆλθε, τεθωρακισμένος καὶ τῷ προσώπῳ διὰ τὸν κόπον καὶ τὴν ἀγρυπνίαν ἠλλοιωμένος, ὥστε τῆς ψυχῆς τὸ γαυρούμενον καὶ χαῖρον ὑπὸ τῆς περὶ τὸ σῶμα βαρύτητος κατακρατεῖσθαι, [3] τῶν δὲ ἀνθρώπων ἅμα τῷ προσελθεῖν αὐτὸν ἐκχυθέντων ταῖς φιλοφροσύναις, μεταλαβὼν εἰς τὴν δεξιὰν τὸ δόρυ, καὶ τὸ γόνυ καὶ τὸ σῶμα τῇ ῥοπῇ μικρὸν ἐγκλίνας καὶ ἀπερεισάμενος, εἱστήκει πολὺν χρόνον σιωπῇ δεχόμενος αὐτῶν τοὺς κρότους καὶ τὰς ἐπιβοήσεις, ἐπαινούντων μὲν τὴν ἀρετήν, ζηλούντων δὲ τὴν τύχην. [4] ὡς δὲ ἐπαύσαντο καὶ κατέστησαν, συναγαγὼν ἑαυτὸν διεξῆλθε λόγον ὑπὲρ τῶν ' Ἀχαιῶν τῇ πράξει πρέποντα, καὶ συνέπεισε τοὺς Κορινθίους Ἀχαιοὺς γενέσθαι, καὶ τῶν πυλῶν τὰς κλεῖς ἀπέδωκε τότε πρῶτον ἀπὸ τῶν Φιλιππικῶν καιρῶν ὑπ᾽ ἐκείνοις γενομένας: τῶν δὲ Ἀντιγόνου στρατηγῶν Ἀρχέλαον μὲν ἀφῆκεν ὑποχείριον γενόμενον, Θεόφραστον δὲ ἀνεῖλεν [5] οὐ βουλόμενον ἀπαλλάττεσθαι: Περσαῖος δὲ τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διεξέπεσεν. ὕστερον δὲ λέγεται σχολάζων πρὸς τὸν εἰπόντα μόνον αὐτῷ δοκεῖν στρατηγὸν εἶναι τὸν σοφόν, ‘ἀλλὰ νὴ θεούς,’ φάναι, ‘τοῦτο μάλιστα κἀμοί ποτε τῶν Ζήνωνος ἤρεσκε δογμάτων νῦν δὲ μεταβάλλομαι νουθετηθεὶς ὑπὸ τοῦ Σικυωνίου νεανίου.’ ταῦτα μὲν περὶ Περσαίου πλείονες ἱστοροῦσιν. [p. 54]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (2 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), CORINTHUS
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: