Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ
τούτου Κλεομένης μὲν ἡττηθεὶς μάχῃ μεγάλῃ περὶ Σελλασίαν ἐξέλιπε τὴν Σπάρτην καὶ ἀπέπλευσεν εἰς Αἴγυπτον, Ἀντίγονος δὲ πάντα τὰ δίκαια καὶ φιλάνθρωπα τῷ Ἀράτῳ πεποιηκὼς ἀνέζευξεν εἰς Μακεδονίαν,
κἀκεῖ νοσῶν ἤδη τὸν διάδοχον τῆς βασιλείας Φίλιππον, οὔπω πάνυ μειράκιον ὄντα, πέμπων εἰς Πελοπόννησον Ἀράτῳ μάλιστα προσέχειν ἐκέλευσε καὶ δι᾽ ἐκείνου ταῖς πόλεσιν ἐντυχεῖν καὶ γνωρισθῆναι τοῖς Ἀχαιοῖς.
[2]
καὶ
μέντοι καὶ
[p. 108]
παραλαβὼν αὐτὸν ὁ Ἄρατος οὕτως διέθηκεν ὥστε πολλῆς μὲν εὐνοίας πρὸς αὐτόν, πολλῆς δὲ πρὸς τὰς Ἑλληνικὰς πράξεις φιλοτιμίας καὶ ὁρμῆς μεστὸν εἰς Μακεδονίαν ἀποστεῖλαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.