previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠτρέμει γὰρ οὐδὲν οὐδὲ ἔστεργεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ Σικυωνίων αὐτῶν καὶ Κορινθίων ἐγένοντο πολλοὶ καταφανεῖς διειλεγμένοι τῷ Κλεομένει καὶ πάλαι πρὸς τὸ κοινὸν ἰδίων ἐπιθυμίᾳ, δυναστειῶν ὑπούλως ἔχοντες, [2] ἐπὶ τούτους ἐξουσίαν ἀνυπεύθυνον Ἄρατος λαβών τοὺς μὲν ἐν Σικυῶνι διεφθαρμένους ἀπέκτεινε, τοὺς δὲ ἐν Κορίνθῳ πειρώμενος ἀναζητεῖν καὶ κολάζειν ἐξηγρίαινε τὸ πλῆθος ἤδη νοσοῦν καὶ βαρυνόμενον τὴν ὑπὸ τοῖς Ἀχαιοῖς πολιτείαν. συνδραμόντες οὖν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν μετεπέμποντο τὸν Ἄρατον, ἀνελεῖν συλλαβεῖν πρὸ τῆς ἀποστάσεως ἐγνωκότες. [3] δὲ ἧκε μὲν αὐτὸς ἐφελκόμενος τὸν ἵππον ὡς οὐκ ἀπιστῶν οὐδὲ ὑποπτεύων, ἀναπηδησάντων δὲ πολλῶν καὶ λοιδορουμένων αὐτῷ καὶ κατηγορούντων εὖ πως καθεστῶτι τῷ προσώπῳ καὶ τῷ λόγῳ πράως ἐκέλευε καθίσαι καὶ μὴ βοᾶν ἀτάκτως ἑστῶτας, ἀλλὰ καὶ τοὺς περὶ θύρας ὄντας εἴσω παριέναι: καὶ ταῦθ᾽ ἅμα λέγων ὑπεξῄει βάδην ὡς παραδώσων τινὶ τὸν ἵππον. [4] οὕτως δὲ ὑπεκδύς καὶ τοῖς ὑπαντῶσι τῶν Κορινθίων ἀθορύβως διαλεγόμενος καὶ κελεύων πρὸς τὸ Ἀπολλώνιον βαδίζειν, ὡς ἔλαθε πλησίον τῆς ἄκρας γενόμενος, ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ Κλεοπάτρῳ τῷ ἄρχοντι τῆς φρουρᾶς διακελευσάμενος ἐγκρατῶς [p. 94] φυλάττειν ἀφίππευσεν εἰς Σικυῶνα, τριάκοντα μὲν αὐτῷ στρατιωτῶν ἑπομένων, τῶν δὲ ἄλλων ἐγκαταλιπόντων καὶ διαρρυέντων.

[5] αἰσθόμενοι δ᾽ οἱ Κορίνθιοι μετ᾽ ὀλίγον τὴν ἀπόδρασιν αὐτοῦ καὶ διώξαντες, ὡς οὐ κατέλαβον, μετεπέμψαντο τὸν Κλεομένη καὶ παρέδοσαν τὴν πόλιν οὐδὲν οἰομένῳ λαμβάνειν παρ᾽ αὐτῶν τοσοῦτον ὅσου διήμαρτεν ἀφέντων Ἄρατον. οὗτος μὲν οὖν, προσγενομένων αὐτῷ τῶν τὴν λεγομένην Ἀκτὴν κατοικούντων καὶ τὰς πόλεις ἐγχειρισάντων, ἀπεσταύρου καὶ περιετείχιζε τὸν Ἀκροκόρινθον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: