previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς δ᾽ οὖν τὸν Ἀρίστιππον Ἄρατος καὶ κρύφα πολλάκις καὶ φανερῶς προσέπταισεν ἐπιχειρήσας καταλαμβάνειν τὸ Ἄργος, ἅπαξ δὲ κλίμακας προσθεὶς μετ᾽ ὀλίγων ἐπὶ τὸ τεῖχος ἀνέβη παραβόλως, καὶ τοὺς βοηθοῦντας [p. 62] ἐνταῦθα τῶν φυλάκων ἀπέκτεινεν. [2] εἶτα ἡμέρας ἐπιφανείσης καὶ τοῦ τυράννου πανταχόθεν αὐτῷ προσβάλλοντος, οἱ μὲν Ἀργεῖοι, καθάπερ οὐχ ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τῆς μάχης οὔσης, ἀλλ᾽ ὡς τὸν ἀγῶνα τῶν Νεμείων βραβεύοντες, ἴσοι καὶ δίκαιοι θεαταὶ καθῆντο τῶν γινομένων, πολλὴν ἡσυχίαν ἄγοντες, δὲ Ἄρατος εὐρώστως ἀμυνόμενος λόγχῃ μὲν ἐκ χειρὸς διελαύνεται τὸν μηρόν, ἐκράτησε δὲ τῶν τόπων ἐν οἷς ἦν, καὶ οὐκ ἐξεώσθη μέχρι νυκτὸς ἐνοχλούμενος ὑπὸ τῶν πολεμίων. [3] εἰ δὲ καὶ τὴν νύκτα τῷ πόνῳ προσεταλαιπώρησεν, οὐκ ἂν διήμαρτεν γὰρ τύραννος ἤδη περὶ δρασμὸν εἶχε καὶ πολλὰ τῶν ἰδίων ἐπὶ θάλασσαν προεξέπεμψε νῦν δὲ τοῦτο μὲν οὐδενὸς ἐξαγγείλαντος πρὸς τὸν Ἄρατον, ὕδατος δὲ ἐπιλιπόντος, ἑαυτῷ δὲ χρήσασθαι διὰ τὸ τραῦμα μὴ δυνάμενος, ἀπήγαγε τοὺς στρατιώτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: