previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν δὲ Ἄρατος τῷ τρόπῳ πολιτικός, μεγαλόφρων, ἀκριβέστερος εἰς τὰ κοινὰ μᾶλλον τῶν ἰδίων, πικρῶς μισοτύραννος, ἔχθρας ὅρῳ καὶ φιλίας ἀεὶ τῷ κοινῷ συμφέροντι χρώμενος. [2] ὅθεν οὐχ οὕτως δοκεῖ γεγονέναι φίλος ἀκριβής, ὡς ἐχθρὸς εὐγνώμων καὶ πρᾶος, ὑπὸ τῆς πολιτείας ἐπ᾽ ἀμφότερα τῷ καιρῷ μεταβαλλόμενος, ὁμονοίας ἐθνῶν καὶ κοινωνίας πόλεων καὶ συνεδρίου καὶ θεάτρου μίαν φωνὴν ἀφιέντος ὡς οὐδενὸς ἄλλου τῶν καλῶν ἐραστής, πολέμῳ καὶ ἀγῶνι χρήσασθαι φανερῶς ἀθαρσὴς καὶ δύσελπις, κλέψαι δὲ πράγματα καὶ συσκευάσασθαι κρύφα πόλεις καὶ τυράννους ἐπηβολώτατος. [3] διὸ καὶ πολλὰ τῶν ἀνελπίστων κατορθώσας ἐν οἷς ἐτόλμησεν, οὐκ ἐλάττονα δοκεῖ τῶν δυνατῶν ἐγκαταλιπεῖν [p. 24] δι᾽ εὐλάβειαν. οὐ γὰρ μόνον, ὡς ἔοικε, θηρίων τινῶν ὄψεις ἐνεργοὶ διὰ σκότους οὖσαι μεθ᾽ ἡμέραν ἀποτυφλοῦνται ξηρότητι καὶ λεπτότητι τῆς περὶ τὸν ὀφθαλμὸν ὑγρότητος μὴ φερούσης τὴν πρὸς τὸ φῶς σύγκρασιν, ἀλλὰ καὶ δεινότης τίς ἐστιν ἀνθρώπου καὶ σύνεσις ἐν τοῖς ὑπαίθροις καὶ διακεκηρυγμένοις εὐτάρακτος φύσει, πρὸς δὲ τὰς ἐπικρύφους καὶ λαθραίους ἀναθαρσοῦσα πράξεις. [4] τὴν δὲ τοιαύτην ἀνωμαλίαν ἔνδεια λόγου φιλοσόφου περὶ τὰς εὐφυΐας ἀπεργάζεται, τὴν ἀρετὴν, ὥσπερ καρπὸν αὐτοφυῆ καὶ ἀγεώργητον, ἐκφερούσας δίχα τῆς ἐπιστήμης, ταῦτα μὲν οὖν ἐξεταζέσθω τοῖς παραδείγμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: